1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

145

Ὡς δι' ἡμᾶς γένεσιν ὑπέστη τὴν διὰ γυναικός, ἐπεφάνη τῷ βίῳ ἀναδεικνὺς ἑαυτὸν ἐν τῷ βαπτίσματι, ὡς Θεός ἐστι καὶ ἄνθρωπος ὁ φανείς, ἔπαθεν δι' ἡμᾶς σῇ συγχωρήσει καὶ ἀπέθανεν καὶ ἀνέστη σῷ κράτει· διὸ καὶ τὴν ἀναστάσιμον ἑορτὴν πανηγυρίζοντες τῇ κυριακῇ χαίρομεν ἐπὶ τῷ νική σαντι μὲν τὸν θάνατον, φωτίσαντι δὲ ζωὴν καὶ ἀφθαρσίαν· δι' αὐτοῦ γὰρ προσηγάγου τὰ ἔθνη ἑαυτῷ εἰς λαὸν περι ούσιον, τὸν ἀληθινὸν Ἰσραήλ, τὸν θεοφιλῆ, τὸν ὁρῶντα Θεόν. Σὺ γάρ, Κύριε, καὶ τοὺς πατέρας ἡμῶν ἐξήγαγες ἐκ γῆς Aἰγύπτου καὶ ἐρρύσω ἐκ καμίνου σιδηρᾶς καὶ ἐκ πηλοῦ καὶ πλινθουργίας, ἐλυτρώσω ἐκ χειρὸς Φαραῶ καὶ τῶν ὑπ' αὐτὸν καὶ διὰ θαλάσσης ὡς διὰ ξηρᾶς αὐτοὺς παρή γαγες καὶ ἐτροποφόρησας αὐτοὺς ἐν τῇ ἐρήμῳ παντοίοις ἀγαθοῖς. Νόμον αὐτοῖς ἐδωρήσω δέκα λογίων σῇ φωνῇ φθεγχθέντα καὶ χειρὶ σῇ καταγραφέντα· σαββατίζειν ἐνε τείλω, οὐ πρόφασιν ἀργίας διδούς, ἀλλ' ἀφορμὴν εὐσεβείας, εἰς γνῶσιν τῆς σῆς δυνάμεως, εἰς κώλυσιν κακῶν ὡς ἐν ἱερῷ καθείρξας περιβόλῳ διδασκαλίας χάριν, εἰς ἀγαλλίαμα ἑβδομάδος· διὰ τοῦτο ἑβδομὰς μία καὶ ἑβδομάδες ἑπτὰ καὶ μὴν ἕβδομος καὶ ἐνιαυτὸς ἕβδομος καὶ τούτου κατὰ ἀνα κύκλησιν ἔτος πεντηκοστὸν εἰς ἄφεσιν. Ὅπως μηδεμίαν ἔχωσιν πρόφασιν ἄνθρωποι ἄγνοιαν σκήψασθαι, τούτου χάριν πᾶν σάββατον ἐπέτρεψας ἀργεῖν, ὅπως μηδὲ λόγον τις ἐν ὀργῇ ἐκ τοῦ στόματος αὐτοῦ προέσθαι θελήσῃ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων· σάββατον γάρ ἐστιν κατάπαυσις δημιουργίας, τελείωσις κόσμου, νόμων ζήτησις, αἶνος εἰς Θεὸν εὐχάριστος ὑπὲρ ὧν ἀνθρώποις ἐδωρήσατο. Ὣν ἁπάντων ἡ κυριακὴ προὔχουσα, αὐτὸν τὸν μεσί την, τὸν προνοητήν, τὸν νομοθέτην, τὸν ἀναστάσεως αἴτιον, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν Θεὸν λόγον καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας γεννηθέντα μόνον δίχα ἀνδρός, τὸν πολιτευσάμενον ὁσίως, τὸν σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου καὶ ἀποθανόντα καὶ ἀναστάντα ἐκ νεκρῶν ὑπο δεικνύουσα, ὡς κυριακὴ παρακελεύεται σοί, δέσποτα, τὴν ὑπὲρ πάντων εὐχαριστίαν προσφέρειν. Aὕτη γὰρ ἡ ὑπὸ σοῦ παρασχεθεῖσα χάρις, ἥτις διὰ μέγεθος πᾶσαν εὐεργεσίαν ἐκάλυψεν. Ὁ τὰς ἐπαγγελίας τὰς διὰ τῶν προφητῶν πληρώσας καὶ ἐλεήσας τὴν Σιὼν καὶ οἰκτειρήσας τὴν Ἱερουσαλὴμ τῷ τὸν θρόνον ∆αυὶδ τοῦ παιδός σου ἀνυψῶσαι ἐν μέσῳ αὐτῆς τῇ γενέσει τοῦ Χριστοῦ τοῦ ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γεννηθέντος ἐκ μόνης παρθένου· αὐτὸς καὶ νῦν,