Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
οὗτοι τοίνυν ἐχιονώησαν ἐν Σελμών. Τὸ δὲ ἐν Σελμὼν Ἑβραϊκὴ μέν ἐστιν ἡ 69.1152 φωνὴ, ἑρμηνεύεται δὲ ἀνταπόδοσις. Καὶ αὐτοὶ γοῦν οἱ διασταλέντες χιονωθήσονται ὡς ἐν ἀνταποδόσει, τουτέστι λαμπροὶ γενήσονται, μισθὸν ὥσπερ τῆς εἰς Χριστὸν γνησιότητος λαβόντες τὴν λαμπρότητα. Προλέγει οὖν τὴν τῆς Πεντηκοστῆς ἡμέραν, καθ' ἣν τὸ Πνεῦμα ἐν Σελμὼν, τουτέστιν ἐν Ἱερουσαλὴμ, ἐδέξαντο καὶ ἐλαμπρύνθησαν οἱ ἀπόστολοι, οἷς διῄρει τὴν τῆς οἰκουμένης βασιλείαν, καὶ τῷ μὲν τῶνδε τῶν ἐθνῶν, τῷ δὲ ἐκείνων προστατεῖν ἐκέλευεν. [Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον. Πῖον δὲ ὄρος φησὶν εἶναι, καὶ μὴν καὶ τετυρωμέ νον· πῖον μὲν, ὡς ἔνυδρόν τε καὶ πρὸς τούτῳ καὶ εὐανθὲς, διά τε τοῦτο πολλὰς ἔχειν δυνάμενον προ βάτων ἀγέλας. Πλεῖστα γάρ εἰσιν ἐν Ἐκκλησίαις τοῦ Σωτῆρος τὰ θρέμματα τοῖς τῆς θεοπνεύστου Γραφῆς ἐνσπαταλοῦντα λόγοις, καὶ τὸν θεῖόν τε καὶ οὐράνιον ἐκπίνοντα λόγον. Ἐν ταύταις γάρ ἐστιν ὁ Χριστὸς, ὁ λέγων· "Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω." Πῖον τοίνυν ὄρος, ὡς ἔνυδρόν τε καὶ εὐανθὲς νοητῶς· ἔστι δὲ καὶ τετυρωμένον, τουτέστι, πεπηγὸς καὶ συνεστραμμένον. Ἔκλυτον γὰρ οὐδὲν ἢ ὑδαρὲς ἐν Ἐκκλησίᾳ, ἀλλ' ἔστι τὰ πάντα συνεσφιγ μένα πρὸς εὐσέβειαν.] Τὸ ἄρμα τοῦ Θεοῦ μυριοπλάσιον. (A f. 340, E f. 127 b) Ἅρμα τοῦ Θεοῦ τὰς οὐρα νίους καὶ νοητὰς δυνάμεις φησὶν, ἐν οἷς ἐποχεῖται Θεός. Εἶεν δ' ἂν ἅρμα καὶ οἱ ἀπόστολοι, οἷς ἐποχού μενος ὁ Θεὸς Λόγος διατρέχει τὴν ὑφήλιον· καὶ οἱ μετ' ἐκείνους καθαροὶ, εὐθηνοῦντες ταῖς ἀρεταῖς, καὶ καρποφοροῦντες Θεῷ τὴν εὐσέβειαν, καὶ μυριοπλα σίους ὄντες, τῶν παρ' Ἰουδαίοις πάλαι τῆς θείας ἐπιβάσεως ἀξίων. Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν. (A f. 340) Εἰς ποῖον ὕψος ἀναβέβηκεν ὁ Κύριος; Εἰς τὸ τοῦ σταυροῦ, ὡς αὐτός σε διδάσκει λέγων· "Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς," τουτέστιν, ὅταν τὸν ὑπὲρ τῆς πάντων ζωῆς ὑπομείνω σταυρὸν, "πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Βεβασίλευκε γὰρ τῆς ὑπ' οὐρανὸν διὰ τοῦ τιμίου σταυροῦ, καταργήσας τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ πάντας ἑλκύσας πρὸς ἑαυτόν. Ἔλαβες δόματα ἐν ἀνθρώπῳ. Καὶ γὰρ ἀπειθοῦν τας, κ.τ.λ. (E f. 127 b, F f. 100. Κυρίλλου καὶ Ἀθανα σίου.) Καὶ ποῖα ταῦτά ἐστιν, αὐτὸς ὁ Υἱὸς σαφηνιεῖ λέγων ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός· "Αἴ τησαι παρ' ἐμοῦ," καὶ τὰ ἑξῆς. Τοὺς γὰρ ἀπειθοῦντας πάλαι καὶ πλανωμένους ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἵνα ἐν αὐτοῖς κατοικήσας διὰ τοῦ Πνεύματος, υἱοὺς αὐτοὺς ἀποφήνῃ Θεοῦ. 69.1153 [Κύριος ὁ Θεὸς εὐλογητός. Οἱ γὰρ ἀεὶ καθ' ἑκάστην ἡμέραν προστιθέμενοι, καὶ διὰ πίστεως τῆς ἐν Χριστῷ καλούμενοι πρὸς ζωὴν, ἀκαταλήκτοις αὐτὸν εὐφημίαις δοξολογεῖν σπουδάζουσι.] Κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν. (A f. 340 b, F f. 100) Ὁ τὴν σωτηρίαν ἡμῖν, φησὶ, δωρησάμενος, οὗτος ἡμῖν καὶ τὴν ὁδὸν ἐξομα λίσει, ὥστε τοσούτων μὴ διαμαρτεῖν ἀγαθῶν· καὶ θύραν ἀνοίξει τοῦ λόγου, εἰς τὸ τὴν ὁδὸν τοῦ κη ρύγματος κατευοδωθῆναι ἡμῖν. Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυ ρίου αἱ διέξοδοι τοῦ θανάτου. (A f. 340 b, E f. 128, F f. 100, H f. 150 b) Θαρ σοῦσι σαφῶς οἱ ἀπόστολοι, οὓς καὶ μέχρι θανάτου ἐλθόντας διὰ τὸ κήρυγμα ἐξάγει γενναίως ὁ Θεός. Τῆς αὐτοῦ δυνάμεως εἶναί φασι τὰς διεξόδους τοῦ θανάτου, ἤτοι τὴν ἀπαλλαγὴν, διδόντος τοῖς ἀγαπῶ σιν αὐτὸν τὸ διεξελθεῖν δύνασθαι ἤτοι ἐκφυγεῖν τοῦ θανάτου τοὺς βρόχους. Μόνος γὰρ αὐτὸς Θεὸς ὢν τοῦ σώζειν καὶ πηγὴ σωτηρίας, ἐξόδους εὕρατο τοῦ θανά του, ἀναστὰς ἐκ νεκρῶν. Ἐπειδὴ πᾶς ἄνθρωπος εἰς μὲν τὴν εἴσοδον τοῦ θανάτου ἔφθασε, οὐκέτι δὲ διεξελ θεῖν δεδύνηται αὐτόν· ὁ δὲ διὰ τῶν παρόντων δηλούμε νος Κύριος, διεξόδους ποιησάμενος τοῦ θανάτου, καὶ τὴν ἀδιεξόδευτον αὐτοῦ φρουρὰν ἡμῖν διανοίξας, γέ γονε Θεὸς τοῦ σώζειν· διὸ καὶ τῷ Ἰὼβ ἔλεγεν· "Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου πε ριεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;" Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. (E f. 128, K f. 122) Τοὺς κατενεχθέντας, φησὶν, εἰς τῶν ἡδονῶν τὸν βυθὸν, καὶ εἰς τὰς κοσμικὰς φιληδονίας βεβαπτισμένους, ἐπιστρέψω πρὸς ἐμαυ τόν. Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι. (A