1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

145

ἀνωτέρω προείρηται, φοβερωτάτου δὲ τῶν τότε κατὰ τὴν Ἀσίαν βασιλέων, ὃς καὶ ἐν Φρυγίᾳ θνήσκει πάντων αὐτῷ διαφόρων ἐπιτεθέντων δυναστῶν, ἔτη ιηʹ τῆς βασιλείας κρατήσας· Πολιορκητὴς δὲ ἐπικληθεὶς διὰ τὸ μετὰ θάνατον Ἀντιγόνου τοῦ πατρὸς ἐν Ἐφέσῳ διασωθῆναι φυγάς, ἡνίκα τῆς ὅλης Ἀσίας ἀποσφαλεὶς ὤφθη δεινότατος ἐν τῇ πολιορκίᾳ βασιλεύσας ἁπάντων τῶν τηνικαῦτα. Οὗτος τῆς μὲν Ἀσίας τῆς μικρᾶς ἔτη ιζʹ, Μακεδόνων δὲ ςʹ ἐβασίλευσεν ἔτη μόνα μετὰ τὸ ἀνελεῖν Ἀλέξανδρον τὸν Κασάνδρου, καὶ ἐκβάλλεται τῆς ἀρχῆς ὑπὸ Πύρρου βασιλέως Ἠπείρου, υἱοῦ μὲν Αἰακοῦ τοῦ Ἠπειρώ 321 του δυνάστου διαδεξαμένου τὴν Ἠπειρωτικὴν ἀρχὴν ἀπ' αὐτοῦ, εἰκοστοῦ δὲ καὶ τρίτου ἀπὸ Ἀχιλλέως τοῦ Θέτιδος καὶ Πηλέως, ἀνδρὸς καὶ χειρὶ δυνατοῦ καὶ εὐβουλίᾳ στρατηγικοῦ· ὃς Πύρρος ἐκβαλὼν ∆ημήτριον, ὡς προσηκούσης αὐτῷ τῆς Μακεδόνων ἀρχῆς μετὰ τὸ γένος Φιλίππου διὰ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου τοῦ κτίστου μητέρα φέρουσαν ἐκ Πύρρου τοῦ καὶ Νεοπτολέμου παιδὸς Ἀχιλλέως τὸ γένος, ἐκράτησε Μακεδόνων μῆνας ζʹ. Λυσίμαχος δὲ ὁ Θετταλὸς Ἀγαθοκλέους παῖς, εἷς τῶν Ἀλεξάνδρου δορυφόρων, Θρᾴκης τε καὶ Χερρονήσου τῆς λοιπῆς τε βασιλεύων ὁμόρου χώρας, τῷ Πόντῳ καὶ τῇ Μακεδονίᾳ ταύτῃ ἐπιδραμὼν ὡς γείτονι, Πύρρον μὲν διεδέξατο, αὐτὸς δὲ ἐβασίλευσε Μακεδόνων ἔτη εʹ καὶ μῆνας ςʹ. οὗτος ἡττηθεὶς ἐν τῇ πρὸς Σέλευκον τὸν Νικάτορα μάχῃ βασιλέα Συρίας καὶ Ἀσίας, τὸν αἰχμάλωτον ἑλόντα καὶ τὸν Πολιορκητὴν ∆ημήτριον, ἐκπίπτει τῆς ἀρχῆς. Φανεροῦ δὴ ὄντος τοῦ τρόπου, καθ' ὃν Ἀντίγονός τε ὁ τῆς μικρᾶς Φρυγίας καὶ Παμφυλίας καὶ Λυκίας ἄρξας εὐθὺς μετὰ Ἀλέξανδρον τέθνηκε, καὶ ὅπως ὁ τούτου παῖς ∆ημήτριος δόλῳ κρατήσας Μακεδόνων ὑπὸ Πύρρου ἐξεβλήθη, αἰχμάλωτός τε ἁλοὺς ὑπὸ Σελεύκου ἐν Κιλικίᾳ τηρούμενος βασιλικῶς θνήσκει, καὶ αὖθις ὁ Λυσίμαχος Πύρρον ἐκβαλὼν Μακεδόνων ἐβασίλευσεν ὑπὸ Σελεύκου τε τοῦ Νικάτορος καταπολεμηθεὶς ἐκπέπτωκε τῆς ἀρχῆς, ὑπολείπεται δεῖξαι καὶ Σέλευκον ὅπως τῆς βασιλείας ἔτυχε. Πτολεμαῖος ὁ Λάγου πρῶτος τῆς Αἰγύπτου μετὰ Ἀλέξανδρον βασιλεύ σας ἔτη μʹ, ἐλθὼν εἰς Παλαίγαζαν συνάπτει μάχην ∆ημητρίῳ τῷ Ἀντιγόνου, καὶ νικήσας ἀναδείκνυσι Σέλευκον βασιλέα Συρίας καὶ τῶν ἄνω τόπων. Σέλευκος δ' ἀναβὰς μέχρι Βαβυλωνίας καὶ κρατήσας τῶν βαρβάρων βασιλεύει ἔτη λβʹ. διὸ καὶ Νικάνωρ ἐπεκλήθη. τῷ γοῦν λβʹ ἔτει τῆς βασιλείας αὐτοῦ, οεʹ τῆς ὅλης ζωῆς, Λυσίμαχον ἐκβαλὼν τῆς Μακεδονικῆς ἀρχῆς, ἐπαρθεὶς δὲ ἐπὶ τῇ νίκῃ καὶ αὐτὸς ἀναιρεῖται πρὸς Πτολεμαίου τοῦ Λάγου τοῦ Κεραυνοῦ λεγομένου, μέλλων καὶ Μακεδόνων ἄρχειν, καὶ κρατεῖ Μακεδόνων Πτολεμαῖος. Οὗτος ὁ Λάγου καὶ Εὐρυδίκης παῖς τῆς Ἀντιπάτρου Σέλευκον ἀνελὼν εὐεργέτην τε ὄντα ἑαυτοῦ καὶ ἐκ φυγῆς ὑποδεξάμενον ἔτος ἓν καὶ μῆνας 322 εʹ ἀναιρεῖται καὶ αὐτός, Γαλάταις πολεμῶν, κατακοπεὶς μετὰ τῆς δυνά μεως καὶ τῶν ἐλεφάντων. Κατὰ δὲ τοὺς χρόνους τούτους τῶν Γαλατῶν ἐπικειμένων τῇ Μακεδονίᾳ καὶ λεηλατούντων αὐτὴν διὰ τὸ πολλοὺς ἐπεμβαίνοντας τῇ βασιλείᾳ πρὸς βραχὺ κρατεῖν καὶ ἐκπίπτειν αὐτῆς, ὧν εἷς καὶ Μελέαγρος ἀδελφὸς Πτολεμαίου τοῦ Λάγου, πρὸς ὀλίγας ἡμέρας δυναστεύσας καὶ ἐκπεσών, ὡσαύτως δὲ καὶ Ἀντίπατρος ἡμέρας μεʹ· μεθ' οὓς Σωσθένης· ἔτι δὲ Πτολεμαῖος· πρὸς δὲ τούτοις Ἀλέξανδρος καὶ Πύρρος ὁ Ἠπειρώτης. οἳπάντες ἔτη γʹ κατὰ ∆ιόδωρον. Ἀντίγονος ὁ Γονατᾶς ἐπικληθεὶς διὰ τὸ ἐν Γόνοις τῆς Θετταλίας τραφῆναι υἱὸς ∆ημητρίου τοῦ Πολιορκητοῦ βασιλεύει Μακεδόνων ἔτη μδʹ, προβασιλεύσας ἔτη ιβʹ τῆς Ἑλλάδος, καὶ μετὰ ταῦτα τῆς Μακε δονικῆς ἀρχῆς σὺν τῇ Ἑλλαδικῇ ἀντιποιησάμενος ἓν κράτος. μετὰ τοῦτον ὁ υἱὸς ∆ημήτριος ἔτη ιʹ βασιλεύσας τελευτᾷ καταλιπὼν Φίλιππον υἱὸν νήπιον. τούτου ἐπίτροπος Ἀντίγονος κατασταθεὶς ὁ ∆ημητρίου κρατεῖ Μακεδόνων ἔτη ιβʹ, κατὰ δὲ τὸν ∆ιόδωρον ἔτη θʹ. μεθ' ὃν ὁ Φίλιππος αὐξηθεὶς ἀπέλαβε τὴν πατρῴαν ἀρχήν, καὶ ἦρξεν ἔτη μβʹ. τούτου