145
οὐδεμίας δευτέρα· ἀναλαμ 1.411 βάνειν δὲ ἤρξατο αὑτὸν ὁ βασιλεὺς καὶ ὥσπερ ἀναστρέφειν ἐξ ᾅδου πυλῶν. καὶ μέχρι τρίτης τῆς ἡμέρας ὥρας οἵ τε σφυγμοὶ διεφαίνοντο ἤδη καθαρῶς, ἐξίτηλοι μὲν καὶ ἀτονοῦντες, ἴσοι δὲ ὅμως καὶ ὁμαλοί. καὶ αὐτὸς ῥᾴων ἦν καὶ πάνθ' ὁμοῦ διελέλυτο τὰ δεινά. καὶ ἀπ' ἐκείνης τῆς ἡμέρας ἀνακτώμενος ἑαυτὸν κατὰ μικρὸν, εἰς τελεωτάτην καὶ καθαρὰν ἦλθεν ὑγείαν. τοσαύτη δὲ παρὰ πᾶσιν ἦν ἡ τῆς ἐκπλήξεως ὑπερβολὴ, ὥστ' οὐ μόνον ἀκούοντες ἠπίστουν τοῖς λεγομένοις, οἰόμενοι τεθνάναι βασιλέα, ἀλλὰ καὶ σχεδὸν ὁρῶντες οὐ ῥᾳδίως ἑαυτοῖς πιστεύειν εἶχον. ὅσοις μέντοι Ῥωμαίων εὔνοια πρὸς βασιλέα καθαρὰ καὶ ἄδολος ἦν, οὐδ' ἡ χαλεπὴ νόσος ἐκείνη καὶ ἡ παρὰ δόξαν ὑγεία ἀκερδὴς διέμεινε παντελῶς, ἀλλ' οἰκείαν ἕκαστος λογιζόμενοι τὴν εἰς βασιλέα παραδοξοποιΐαν, ἔργοις ἀγαθοῖς ἠμείβοντο τὸν θεόν· οἱ μὲν ἀφιστάμενοι οἷς συνείχοντο κακοῖς, οἱ δ' ἐλεημοσύναις καὶ λύτροις αἰχμαλώτων καὶ ἐγκρατείᾳ βρωμάτων ἐπὶ καιρὸν τὴν εὐγνωμοσύνην ἐνδεικνύμενοι καὶ τὴν εὐχαριστίαν. οὕτω μὲν ὁ βασιλεὺς εἰς αὐτὸ τὸ ἀκμαιότατον ἔφθασε τοῦ κινδύνου, οὕτω δ' αὖθις παραδόξως διεσώθη. ιηʹ. Ἐπεὶ δ' ἐῤῥάϊσεν, ἕκαστα καθ' ὅ, τι πραχθείη παρὰ τοῦ μεγάλου διεπυνθάνετο δομεστίκου, καὶ αὐτοῦ διηγουμένου κατὰ μέρος, πᾶσιν ὡς λυσιτελῶς καὶ προσηκόντως εἰργασμένοις ἐπεψηφίζετο ὁ βασιλεύς. ἐπεὶ δὲ ἀπαγγείλαι ὡς καὶ Συργιάννην τῆς ἑσπέρας ἐκπέμψειε στρατηγὸν, οὐκέτι 1.412 εἶχεν ἐπαινεῖν, ἀλλ' ᾐτιᾶτο τοῦτο μόνον ὡς οὐ διαπεπραγμένον συνετῶς. βέλτιον γὰρ εἶναι Συργιάννην ἐπὶ τοῦ προτέρου μένειν σχήματος καὶ μὴ πρὸς κακίαν ἐναγούσης ὕλης εὐπορεῖν. ὁ δ' «οὐκοῦν» ἔφασκεν «εἴ σοι βέλτιον δοκοίη, γράμμασι μὲν αὐτὸν τῆς ἑσπέρας παραλύσω τῆς ἀρχῆς· ἐπὶ δὲ τῶν προτέρων πάλιν καταστήσω.» ἐπαινέσαντος δὲ τοῦ βασιλέως, ὁ μὲν ἐχώρει πρὸς τὸ τὰ κεκελευσμένα ἐκπληροῦν. μεταμεληθεὶς δὲ ὁ βασιλεὺς ἐκέλευέ τε ἀναστρέφειν καὶ Συργιάννην ἐᾷν ἐφ' ἧς ἐτέτακτο ἀρχῆς, ὡς οὐ δίκαιον ὂν οὐδὲ καθ' ἡδονὴν αὐτῷ τῶν ἄλλων πάντων ἃ αὐτῷ πέπρακται στεργομένων, ταύτην μόνην τὴν πρᾶξιν ἄκυρον ὀφθῆναι. ὁ δ' ἐπείθετο εὐθύς· τῶν παρόντων δὲ ἐκεῖ τινες κρύφα Συργιάννῃ ἐδήλουν γραφῇ ὡς βουληθείη μὲν ὁ μέγας δομέστικος παραλῦσαι τῆς ἀρχῆς, μεταγνοὺς ὅτι ἐνεχείρισε καὶ τὴν ἀρχὴν, κωλυθείη δὲ ὑπὸ βασιλέως· καὶ, τὸ μὲν εἰς ἐκεῖνον ἧκον, ἤδη τῆς ἀρχῆς ἐκβεβλημένον εἶναι, βασιλεῖ δὲ ὀφείλειν χάριτας κεκωλυκότι. τοιαῦτα πυθόμενος ὁ Συργιάννης, τῶν μὲν ὑπηργμένων αὐτῷ παρὰ τοῦ μεγάλου δομεστίκου ἠμνημόνησεν ἀγαθῶν, διὰ ταῦτα δὲ, καίτοι γε οὐκ ὄντα ἀληθῆ, ὀργῇ φερόμενος εἰργάσατο ἃ δηλώσει προϊὼν ὁ λόγος. τότε δὲ πάντα ἀπαγγέλλων ὁ μέγας δομέστικος βασιλεῖ, καὶ περὶ δεσπότου τοῦ Καλλίστου διηγεῖτο, ὡς κινηθείη μὲν ἡ στρατιὰ κατ' αὐτοῦ, δείσαντες μὴ τοῦ δεσμωτηρίου διαδρὰς μετὰ τὴν σὴν τελευτήν 1.413 τι νεωτερίσῃ, καὶ ὡς βουληθεῖεν ἀποκτεῖναι, αὐτὸς δὲ μηχαναῖς χρησάμενος καὶ ἀπάταις διασώσειέ τε αὐτὸν καὶ νῦν ἐν ζῶσιν εἶναι. ἡδέως δὲ ἄγαν ἐπὶ τούτοις διατεθεὶς ὁ βασιλεὺς καὶ τὸν μέγαν δομέστικον ἐπαινέσας καὶ συγγνώμης ἠξίωσεν ἐκεῖνον ἀπολύσας τῆς εἱρκτῆς. καίτοι γε καὶ πρότερον πολλάκις ἠβουλήθη τοῦ δεσμωτηρίου ἀπολύειν ὅρκοις πιστωσάμενον ὡς τοὺς ἐν Θεσσαλονίκῃ κακῶς διαθέντας καὶ δεσμώτην ἀποδείξαντας οὐκ ἀμυνεῖται καιροῦ τυχών· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλ' ἰσχυρίζετο φανερῶς, ὡς ἀμυνούμενος αὐτοὺς ἀξίως, ἂν τὴν δύναμιν προσλάβηται τοῦ ἀντιδρᾷν. διὰ ταῦτα δὲ ἔτι ἐφρουρεῖτο· τότε δὲ βασιλέως παραινέσαντος ὅσα ἐχρῆν, καὶ συνθεμένου καὶ αὐτοῦ ἀμνηστήσειν τοῖς προσκεκρουκόσι, τοῦ δεσμωτηρίου ἀπηλλάττετο. Περί γε μὴν Ἀνδρονίκου τοῦ πρεσβυτέρου βασιλέως βασιλεὺς ὁ ἔγγονος ἐνθυμηθεὶς, ἐπυνθάνετο τοῦ μεγάλου δομεστίκου ὅπως περὶ τὴν αὐτοῦ διατεθείη νόσον. ὁ δ' ἔφασκε μοναχῶν τε ὑποδῦναι σχῆμα καὶ Ἀντώνιον ἐξ Ἀνδρονίκου προσαγορευθῆναι. ἐκπλαγεὶς δὲ ὁ βασιλεὺς, τὴν αἰτίαν τε ἠρώτα τῆς μεταβολῆς καὶ εἰ ἑκὼν εἶναι μεταλλάττοιτο τὸν βίον ἢ παρά του βιασθείς. ὁ δ'