145
παιδὶ παρ' ̓Αντωνίου τὴν ἀρχιερωσύνην. ̓Αντωνίου δὲ νωθέστερον διατεθέντος περὶ τὴν αιτησιν, εἰς ̓Ιουδαίαν ἐλθὼν ∆έλλιος καὶ ἰδὼν τὸν ̓Αριστόβουλον ἠγάσθη, οὐχ ηττον δὲ τὴν Μαριάμμην τὴν συνοικοῦσαν τῷ βασιλεῖ· καὶ πείθει τὴν ̓Αλεξάνδραν ἀμφοτέρων τῶν παίδων εἰκόνας τῷ ̓Αντωνίῳ στεῖλαι· θεασαμένου γὰρ ειπε μή τινος ἀτευκτήσειν ων ἀξιοῖ. ἡ μὲν ουν πέμπει τὰς εἰκόνας τῷ ̓Αντωνίῳ, ὁ δὲ τὴν μὲν κόρην ᾐδέσθη μεταπέμψασθαι γεγαμημένην ̔Ηρώδῃ, καὶ αμα τὰς εἰς Κλεοπάτραν διαβολὰς ὑπεξέκλινεν. ἐπέστειλε δὲ τῷ ̔Ηρώδῃ πέμπειν τὸν παῖδα, προσθέμενος, εἰ μὴ δοκοίη βαρύ. ̔Ηρώδης δὲ ἀσύμφορον ἑαυτῷ κρίνας ὡραιότατον οντα τὸν ̓Αριστόβουλον καὶ γένει προύχοντα πρὸς ̓Αντώνιον ηκειν, ἰσχύοντα ὡς οὐδεὶς ̔Ρωμαίων, ετοιμον δὲ πρὸς ερωτας καὶ πρὸς ἡδονὰς εὐκατάφορον, ἀντέγραψεν ὡς, εἰ ἐξέλθῃ τῆς χώρας τὸ μειράκιον, απαντα ταραχῆς ἐμπλησθήσεται. καὶ ουτω μὲν παρῃτήσατο τὸν ̓Αντώνιον, τοὺς δὲ φίλους ἀθροίσας ᾐτιᾶτο τὴν ̓Αλεξάνδραν ὡς ἐπιβουλεύουσαν ιν' αὐτὸς ἀφαιρεθῇ τὴν ἀρχήν. "ἀλλ' οὐκ αὐτός" εφη "διὰ τοῦτο αδικος εσομαι, ἀλλὰ νῦν δίδωμι τὴν ἱερωσύνην τῷ μείρακι· παιδὸς γὰρ οντος παντάπασι πρῴην διὰ τοῦτο ετερον ἀρχιερέα ἐποίησα." ουτως εἰπόντος χαρά τε αμα καὶ δέος τὴν ̓Αλεξάνδραν ειχε, 1.365 χαρὰ μὲν διὰ τὴν τιμὴν τοῦ παιδός, δέος δὲ διὰ τὴν ὑποψίαν ̔Ηρώδου. καὶ ἀπελογεῖτο δακρύουσα, περὶ μὲν τῆς ἱερωσύνης σπουδάσαι, βασιλείᾳ δὲ μὴ ἐπιχειρῆσαι· καὶ νῦν δέχεσθαι εἰς τὸν υἱὸν τὴν τιμήν, εσεσθαι δὲ πρὸς πᾶν ὑπήκοος διεβεβαιοῦτο. Ουτως ὁμιλήσαντες διελύοντο, ὡς πάσης δῆθεν ὑποψίας ἐξῃρημένης. τῆς δ' ἀρχιερωσύνης τῷ παιδὶ δοθείσης ̓Αριστοβούλῳ, εδοξε τὰ κατὰ τὴν οἰκίαν θεραπευθῆναι. ̔Ηρώδῃ δὲ ἡ ̓Αλεξάνδρα υποπτος ην, καὶ ἐν τοῖς βασιλείοις διατρίβειν αὐτὴν ἀπῄτει καὶ μηδὲν ἐπ' ἐξουσίας δρᾶν, καὶ ἐπιμελῶς αὐτὴν ησάν τινες φυλάσσοντες. ἡ δ' ἐξηγριοῦτο, πᾶν ὁτιοῦν ὑπομεῖναι προκρίνουσα η μετὰ δουλείας καὶ φόβων βιοῦν· καὶ τὴν Κλεοπάτραν παρεκάλει ἐπικουρεῖν, τὰ ἐν οις ειη δηλώσασα. ἡ δὲ σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀποδιδράσκειν ἐκέλευε. δύο γοῦν λάρνακας παρασκευασαμένη ὡς εἰς ἐκκομιδὴν σωμάτων νεκρῶν, ταύταις εμελλεν ἑαυτὴν καὶ τὸν υἱὸν ἐμβαλεῖν, ἐπιτάξασα τοῖς συνειδόσι τῶν οἰκετῶν νυκτὸς ἐκφέρειν καὶ κομίζειν πρὸς θάλασσαν, οπου καὶ πλοῖον αὐτοῖς ῳ πλεῖν ἐπ' Αιγυπτον εμελλον παρεσκεύαστο. ταῦτα ὁ ̔Ηρώδης εκ τινος τῶν οἰκετῶν ἐκείνης μαθών, καὶ προελθεῖν ἐάσας μέχρι τῆς ἐγχειρήσεως, ἐπ' αὐτῇ τῇ πράξει τοῦ δρασμοῦ συνέλαβε. παρῆκε δὲ τὸ ἁμάρτημα φόβῳ τῆς Κλεοπάτρας, ἀλλ' οὐκ ἐπιεικείᾳ. ἐδέδοκτο δ' αὐτῷ ἐκποδὼν ποιήσασθαι τὸ μειράκιον. εβδομον ουν καὶ δέκατον γεγονὸς ετος ἀνῆλθεν ἐπὶ τὸν βωμόν, θῦσον κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, ἐστολισμένον ἀρχιερατικῶς. ὁρμὴ δὲ τῷ πλήθει πρὸς αὐτὸ εὐνοίας ἐγένετο διά τε τὸ κάλλος καὶ 1.366 τὸ τοῦ σώματος μέγεθος καὶ τὸ τοῦ γένους ἀξίωμα, εχαιρόν τε αμα καὶ συνεχέοντο, καὶ φωνὰς εὐφήμους ἠφίουν εὐχαῖς μεμιγμένας. τούτοις κινηθεὶς ̔Ηρώδης μᾶλλον εθετο τῷ κατὰ τοῦ μειρακίου σκοπῷ. καὶ τῆς ἑορτῆς παρελθούσης μεθ' ἑστίασιν φιλοφρονούμενος τὸ μειράκιον ἐνεανιεύετο καὶ προσέπαιζεν αὐτῷ χαριζόμενος. κἀν ταῖς κολυμβήθραις ἐνήχοντο· οἱ δ' ̔Ηρώδου φίλοι συννηχόμενοι ὡς ἐν παιδιᾷ, οι συνῄδεσαν τὸ ἀπόρρητον, οὐκ ἀνῆκαν συμπιέζοντες ἀεὶ τὸν ̓Αριστόβουλον καὶ βαπτίζοντες μέχρι τοῦ ἀποπνίξαι. καὶ ὁ μὲν ουτως ωλετο ουπω τὸν ὀκτωκαιδέκατον ἀνύσας ἐνιαυτόν, πᾶσι δὲ τὸ πάθος οἰκεία νενόμισται συμφορά. καὶ ̓Αλεξάνδρα συνεῖσα καὶ τὴν αἰτίαν τῆς ἀπωλείας, ετι μᾶλλον τῷ πάθει συνείχετο, ἐνεκαρτέρει δὲ φόβῳ κακῶν ἑτέρων. ̔Ηρώδης δὲ πάντα ἐπετήδευεν ἀποσκευαζόμενος τὴν ὑπόνοιαν, καὶ δακρύων καὶ συγχεόμενος καὶ πολυτελῆ τὴν ἐκφορὰν ἐνδεικνύμενος. ̓Αλεξάνδρα δὲ τούτων οὐδενὶ ἐμαλάττετο, ἀλλὰ τῇ Κλεοπάτρᾳ γράφει τὴν ἐξ ἐπιβουλῆς ̔Ηρώδου τοῦ υἱέος ἀπώλειαν· ἡ δὲ τὸν ̓Αντώνιον ἠρέθιζε τίσασθαι τὸν τοῦ παιδὸς φόνον. πέμπει τοίνυν ̓Αντώνιος κελεύων ἐλθεῖν ̔Ηρώδην εἰς Λαοδίκειαν καὶ ἀπολογήσασθαι. ὁ δὲ τὴν