145
θαυμαστὴν λύραν· αλλην δ' οὐκ ἐθέλειν λαβεῖν. epsilon.591 Ε. Τὸ Ε μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) ̓Εανόσ. πέπλος ποικίλος, λαμπρός. ̔Εαυτούσ. ἀντὶ τοῦ ἀλλήλους κατὰ ̓Αττικούς. (Θηλυκόν.) ̔Εαῖσ. ἰδίαις. ̔Εαυτάσ. ἀντὶ τοῦ ἀλλήλας. ουτως οἱ ̓Αττικοὶ λέγουσι. *καὶ ἑαυτοὺς ἀντὶ ἀλλήλους.* (Οὐδέτερον.) ̓Εανόν. ποικίλον, λεπτόν. ἁ μεγάλα δ' Αιγυπτος ἑανῷ δάψατο χαίτην. Εαρ. χρόνος, ἐν ῳ τὸ ὑγρὸν μετὰ τοῦ θερμοῦ ἐπικρατεῖ. εαρ δὲ παρὰ τὸ εω τὸ πέμπω· τότε epsilon.592 γὰρ ἐκπέμπονται οἱ καρποί. εαρ καὶ τὸ αιμα, διὰ τὸ ἐν τῷ εαρι πλεονάζειν. ̓Εαρινόν. τὸ κατὰ τὸν καιρὸν τοῦ εαρος. ̓Εάρταρα. λεπτὰ, ἁπαλά. ̓Ε τὸ στοιχεῖον. †τὸ δὲ ˉε θαυμάσαιμι τῆς ὀνομασίας. τήν τε γὰρ ἐπέκτασιν καὶ τὸ κυκλοτερὲς τοῦ αἰῶνος ἐν τῷ ἰδίῳ τύπῳ δηλοῖ, ἐπέκτασιν μὲν τὴν εἰς μέσον εχον μακρὰν, κυ κλοτερὲς δὲ τὸ περὶ τὴν μακρὰν πέριξ· οτι τοῦ οντος αἰῶνος μιμεῖται τὰ πέριξ.† ( Ῥῆμα.) ̓Εαγῆναι. συντριβῆναι. ̓Εάγη. συνετρίβη. ασσω τὸ κλῶ, ὁ μέλλων αξω, ὁ δεύτερος ἀόριστος αγον, ὁ παθητικὸς ηγην, ηγης, ηγη, καὶ κατὰ διάλυσιν τοῦ ˉη ἐάγη. ̓Εαδότα. ἀρέσκοντα. epsilon.593 Εα δή. ἀντὶ τοῦ αγε δή. καὶ εα ἀντὶ τοῦ συγχώρει. ̓Εακότεσ. παρῃτημένοι, ἀποπεπαυκότες. Ἑαλωκυῖα. ἐξερημωθεῖσα. ̔Εάλωσαν. ἐκρατήθησαν. ̔Εάλω. ἐκρατήθη. ̔Εάλωκεν. ἐλήφθη. καὶ ἑαλωκώς. ̓Εάλη. συνεστράφη. Αἰνείας δ' ἐάλη. παρὰ τὸ ἀλῶ τὸ ἐκκλίνω καὶ πλανῶ. οἱ γὰρ ἐκκλίνοντες τινὰς καὶ πλανῶντες οὐκ ἐπαίρονται, ἀλλὰ συστρέφονται· οθεν καὶ τοὺς ιππους αλεται, ἀντὶ τοῦ ἀλεῖται. ο ἐστι συστραφεῖται. τὸ δὲ ἀλῶ γέγονε παρὰ τὸ λῶ τὸ θέλω καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀλῶ. οἱ γὰρ πλανώμενοι οὐ τυγχάνουσιν ου θέλουσιν. εστι δὲ τρίτης συζυγίας τῶν περισπωμένων· οιον ἀλόω, ὁ μέλλων ἀλώσω, ὁ δεύτερος ἀόριστος ηλον, ὁ παθητικὸς ηλην, ἐξ ου ἡ μετοχὴ ἀλεὶς, τὸ δεύτερον ηλης, ηλη, καὶ κατὰ διάλυσιν ἐάλη. Εασασ. ἐχαροποίησας. -ἐπεί με πρῶτον εασας. παρὰ τὸ ηδω, τὸ εὐφραίνομαι, ησω, ησας καὶ ἐν διαιρέσει εασας. Εαται. κάθηται. ̓Ιωνικῶς. ἑῶ, εημι, εεμαι, ημαι, ηται καὶ ̓Ιωνικῶς εαται, καὶ πλεονασμῷ ειαται. ὡς μέμνηται, μεμνήαται. Ἐάφθη. ἐπηκολούθησεν. επω, εψω, ειφα, ειμμαι, ειφθην, καὶ ἐν διαλύσει ἐάφθην, τὸ τρίτον ἐάφθη. η παρὰ τὸ ἐῶ ἐάθη καὶ πλεοepsilon.594 νασμῷ τοῦ ˉφ ἐάφθη. η παρὰ τὸ επω τὸ ἀκολουθῶ ειφθη, ιν' ῃ ἐπηκολούθησε, καὶ ἐν διαιρέσει τῆς ˉεˉι διφθόγγου εἰς ˉεˉα ἐάφθη. εστι δὲ καὶ τὸ παθητικὸν μονῆρες, καὶ οὐδὲν αὐτῷ ομοιον. οὐ γὰρ εἰς ˉε καὶ ˉι διελύθη οὐδὲ εἰς δύο ˉεˉε, ἀλλ' εἰς ˉε καὶ ˉα. Τὸ Ε μετὰ τοῦ Β. ( ̓Αρσενικόν.) Εβενοσ. ονομα ξύλου. καὶ εβελος. ̓Εβιωκαῖοι. εθνος. ̓Εβουσαῖος καὶ ̓Εβούτιοσ. ὀνόματα κύρια. ̔Εβραῖοι. ἀπὸ τοῦ Εβερ υἱοῦ Σάλα, ος ἐμέρισε τοῖς εθνεσι τὴν γῆν. Εβροσ. ποταμὸς Θρᾴκης. (Θηλυκόν.) ̔Εβδομάτη. ἡ ἑβδόμη. καὶ ἑβδομευόμενα. τοῖς ἀποτεχθεῖσι παιδίοις τὰς ἑβδόμας καὶ τὰς δεκάτας ηγον καὶ τάγε ὀνόματα ἐτίθεντο αὐτοῖς· οἱ μὲν τῇ ἑβδόμῃ, οἱ δὲ, τῇ δεκάτῃ. Εβουρις· ̓Εβουδίκη. ὀνόματα πόλεων. ( ̔Ρῆμα.) Εβαν. ἐπορεύθησαν. ̓Εβαρυθύμησαν. ἐλυπήθησαν. ̓Εβαρυώπησαν. ἀσθενεῖς ἐγένοντο τοὺς ὀφθαλμούς. Εβα με. κατέλαβέ με. ̓Αριστοφάνης· τί χρέος εβα με μετὰ τὸν Πασίαν. ̓Εβαρύνετο. κυριώτερον. οὐ δεῖ γὰρ λέγειν ἐβαροῦντο η βαροῦμαι η βαρούμενος. epsilon.595 ̓Εβάστασεν. ἀντὶ τοῦ ἐδοκίμασε. πάσας δ' ἰδέας ἐξήτασε, πάντα δ' ἐβάστασε φρενί. Εβασεν. ἀντὶ τοῦ εκραξεν. Εβασον. εασον, συγχώρησον. ουτως Συρακούσιοι καὶ Λάκωνες. γέγονε δὲ κατὰ πλεονασμὸν τοῦ β. τὸ γὰρ εασον, εβασον, καὶ τὸ εαται, εβαται, καὶ τὸ εα, εβα. ̓Εβεβαίωσασ. ἐφανέρωσας. ̓Εβίωσασ. εζησας. Εβλω. εδωκε, διέσπασεν. ̓Εβόμβησεν. ηχησεν. ̓Εβουλιμίασαν. λίαν ἐπείνασαν. ̓Εβόησεν. ἐφώνησεν. ̓Εβόων. εκραζον. ̓Εβληχῶντο. ἐπὶ τῶν προβάτων λέγουσιν. Εβριξαν. μετὰ τροφὴν ἐκοιμήθησαν. ̓Εβριάζοντο. ηὐφραίνοντο. ̓Εβραγχίασεν. ἐκοπίασεν. epsilon.596 Εβρασεν. ἐκ τῆς θαλάσσης εἰς τὴν γῆν εῤῥιψεν. ̓Εβρόμησεν. ηχησεν. ἐβρόντησεν. ̓Εβύνουν. ἐπλήρουν, εφραττον. ̓Αριστοφάνης· χρυσίῳ τούτων ἐβύνουν τὸ στόμα. ̔Εβδομηκοντάκις ἑπτά. τοῦτο οὐκ ἀριθμὸν τίθησι. Τὸ Ε μετὰ τοῦ Γ. ( ̓Αρσενικόν.)