145
Ἥδιον ἂν ἴδοις τὸν χρυσὸν, ἢ τὸν ἥλιον. Ἀλληλοφάγοι τῶν ἰχθύων οἱ πλεῖστοι, καὶ ὁ μικρότερος παρ' ἐκείνοις βρῶμά ἐστι τοῦ μείζονος. Κἄν ποτε συμβῇ τὸν τοῦ ἐλάττονος κρατήσαντα ἑτέρου γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγονται γαστέρα τοῦ τελευταίου. Τί οὖν ἡμεῖς οἱ ἄνθρωποι, ἄλλο τι ποιοῦμεν τῇ καταδυναστείᾳ τῶν ὑποδεεστέρων; τί διαφέρει τοῦ τελευταίου ἰχθύος ὁ τῇ λαιμάργῳ φιλοπλουτίᾳ τοῖς ἀπληρώτοις τῆς πλεονεξίας αὐτοῦ κόλποις ἐναποκρύπτων τοὺς ἀσθενεῖς; ἐκεῖνος εἶχε τὰ τοῦ πένητος, σὺ τούτων λαβὼν μέρος ἐποιήσω τῆς περιουσίας, ἀδίκων ἀδικώτερος, πλεονέκτου πλεονεκτικώτερος. Ὅρα μή σε τὸ αὐτὸ πέρας ἐκδέξηται, ἄγκιστρόν που, ἢ κύρτος, ἢ δίκτυον. Πάντως γὰρ καὶ ἡμεῖς πολλὰ τῶν ἀδίκων διεξελθόντες, τὴν τελευταίων τιμωρίαν οὐκ ἀποδρασόμεθα. Ὁ τὸν ἐξ ἀδικίας ἠθροισμένον πλοῦτον, ἱκανὴν ἑαυτῷ πρὸς τὸ ἰσχύειν καὶ κρατεῖν ἀφορμὴν εἶναι κρίνων, ὅμοιός ἐστιν ἀῤῥώστῳ ἐν τῇ περουσίᾳ τῆς νόσου τὴν εὐεξίαν τιθεμένῳ. Ἐὰν ἴδῃς τινὰ τῶν ὑπερπλουτούντων, μὴ μακαρίσῃς τὴν ζωήν. Ἐὰν πολλαχόθεν ἐξ ἀφθόνων πηγῶν περιῤῥέηται χρήματα, μὴ προσδέξῃ αὐτοῦ τὴν περιουσίαν. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου, χειμάῤῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον πέφυκε παραμείβεσθαι. Ὥσπερ ποταμὸς ἀφ' ὑψηλοῦ φερόμενος, ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο, καὶ εὐθὺς ἀπεχώρησεν, οὕτω καὶ ἡ τοῦ πλούτου εὐκολία, ὀξυτάτην ἔχει καὶ ὀλισθηρὰν τὴν παρουσίαν, ἄλλους ἐξ ἄλλων παραμείβεσθαι πεφυκυῖα. Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἑτέρου, καὶ μετ' ὀλίγον ἑτέρου. Ἀπόβλεψον πρὸς τὰς ἐν τῇ 95.1504 πόλει οἰκίας, πόσα ἤδη ἀφ' οὗ γεγόνασιν ὀνόματα μετειλήφασιν, ἄλλοτε ἐπ' ἄλλου τῶν κεκτημένων ὀνομαζόμεναι, καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων ἐφ' ἕτερον διαβαίνει, καὶ ἀπ' ἐκείνου πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιβαλὼν κατασχεῖν, ἢ πλοῦτον σεαυτῷ διαρκῶς συντηρῆσαι Πᾶς ὁ ἀδικῶν, εἰς ἀπολογίαν ἕτοιμος Πένης προσῆλθεν, εἶτ' ἀπῆλθε μὴ τυχών. ∆έδοικα, Χριστὲ, μὴ κἀγὼ τῆς σῆς χερὸς, Χρῄζων ἀπέλθοιμ' ἐνδεὴς ἐμοῖς νόμοις Ὃ γάρ τις οὐ δέδωκε, μηδ' ἐλπιζέτω Μὴ ἀγαπήσῃς τὸν πλοῦτον, εἰ μὴ βοηθεῖν πένησι. Μὴ μίξωμεν τὸν ἡμέτερον πλοῦτον ἀλλοτρίοις δάκρυσιν, ὑφ' ὧν ὡς ἰοῦ καὶ σητὸς δαπανηθήσεται, ἢ, τὸ τῆς Γραφῆς εἰπεῖν, ἐξεμεθήσεται. Ὁ τὰ πολλὰ ἔχων, ἴσως καὶ παρ' ἐλπίδα· τοῦτο γὰρ ἤδη τὸ ἀδικώτατον· καὶ ταῖς πολλαῖς ἀποθήκαις στενοχωρούμενος, καὶ τὰς μὲν πληρῶν, τὰς δὲ καθαιρῶν, ἵνα τοῖς μέλλουσι καρποῖς οἰκοδομήσῃ μείζονας, ἀγνοῶν ὅτι τῶν ἐλπίδων προαναρπάζεται, καὶ λόγον ὑφέξει τῆς εὐπορίας καὶ τῆς φαντασίας, κακὸς οἰκονόμος ἀγαθῶν ἀλλοτρίων γενόμενος. Ἐπιγνῶμεν τοῦ κακοῦ τὴν ὑπόθεσιν· πόθεν ἐξηράνθησαν γεωργίαι, ᾐσχύνθησαν ἀποθῆκαι, καὶ νομὴ ποιμνίων ἐξέλιπεν· ὠλιγώθη τὰ ὡραῖα τῆς γῆς· οὐκ ἐπλήσθη τὰ πεδία πιότητος, ἀλλὰ κατηφείας· οὐκ ἐπλήθυναν αἱ κοιλάδες σῖτον, ἀλλ' ἐκλαύσθησαν· οὐκ ἐστάλαξαν τὰ ὄρη γλυκασμὸν ὡς ὕστερον τοῖς δικαίοις, ἀλλὰ τὴν Γελβουὲ κατάραν ἐκ τῶν ἐναντίων ἐδέξατο. Τοιοῦτος ὁ πλοῦτος τῶν ἀσεβῶν. Τοιαῦτα τῶν κακῶς σπειρόντων τὰ γεώργια. Ὁ μέντοι ἡμῶν ἐξέθλιψε πένητα, καὶ μοῖραν γῆς παρεσπάσατο, καὶ ὅριον ὑπερέβη κακῶς, ἢ κλέψας, ἢ τυραννήσας, καὶ συνῆψεν οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν, ἵνα τοῦ πλησίον ἀφέληταί τι, καὶ μηδένα ἔχειν ἐφιλονείκησε, ὡς μόνως οἰκήσων ἐπὶ τῆς γῆς. Ὁ δὲ τόκοις, καὶ πλεονασμοῖς τὴν γῆν ἐμίανε, συνάγων ὅθεν οὐκ ἔσπειρεν, καὶ θερίζων ὅπου μηδ' ἐσκόρπισε· γεωργῶν, οὐ τὴν γῆν, ἀλλὰ τὴν χρείαν τῶν δεομένων· ὁ δὲ ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ τὸν πάντα δεδωκότα Θεὸν ἀπεστέρησε, καὶ γέγονεν ἀχάριστός τε ὁμοῦ καὶ ἀνόητος, μήτε ὑπὲρ ὧν ἔσχεν εὐχαριστήσας, οὐδὲ τὸ μέλλον διὰ τῆς εὐγνωμοσύνης πραγματευσάμενος. Ὁ δὲ χήραν καὶ ὀρφανὸν οὐκ ἠλέησεν, οὐδὲ μετέδωκεν ἄρτου καὶ τροφῆς ὀλίγης τῷ δεομένῳ, μᾶλλον δὲ Χριστῷ τῷ τρεφομένῳ διὰ τῶν μικρῶν τρεφομένων. Ὁ δὲ ὁδὸν ταπεινῶν ἐξέκλινε, καὶ ἐπλαγίασεν ἐν ἀδίκοις δίκαιον. Ὁ δὲ ἔθυσε τῇ ἑαυτοῦ σαγήνῃ πολλὰ συναγούσῃ, καὶ