ἔχουσι τὸ πλεῖον δυνάμει καὶ ἐνεργείᾳ· ἐν κοιλίᾳ καὶ ἥπατι ἀλλοιωτική, ἐν σπ<λ>ηνί, στομάχῳ, χοληδόχῳ κύστει καὶ νεφροῖς ἑλκτική, ἐν ἐντέροις καὶ οὐρηδόχῳ κύστει ἀποκριτική, ἐν μήτρᾳ ἡ καθεκτική· ὡς ἐν κυνὶ ἡ ὀσφρητικὴ μᾶλλον, ἐν ἀετῷ ὀπτική, ἐν τῷ πρωτογεύστῃ Ἰνδικῷ ζῴῳ γευστική, ἐν ὄφεσι καί τισιν ὀρνέοις ἁπτική, ἐν χησὶν ἀκουστική. Εʹ αἰσθήσεις, ὅτι κατὰ τὸν ἀριθμὸν τῶν αἰσθητῶν καὶ τὰ αἰσθητήρια. ἡ ἁφὴ δοκιμάζει τραχέα, λεῖα, σκληρά, μαλακά, ἅπερ εἰσὶν ἐν τοῖς στερεοῖς, γεῦσις γλυκύ, πικρόν, ἁλμυρόν, ἅπερ ἐν ὑγροῖς, ὄσφρησις δυσώδη, εὐώδη, ἅπερ ἐν ἀτμοῖς, ἡ ἀκοὴ ψόφων καὶ ἤχων γνωστική, ἃ περὶ πληγὴν ἀέρος, ἡ ὄψις περὶ τὰ πνεύματα, ἃ ἐν τῷ λεπτοτάτῳ καὶ αἰθεροειδεῖ πνεύματι. τὸ γὰρ στερεὸν χεόμενον ὑγρὸν γίνεται καὶ τοῦτο ἀτμός, ὁ δ' ἀήρ, ὁ δὲ αἰθὴρ καὶ πνεῦμα λεπτὸν καὶ ὥσπερ σειρὰ ἀπὸ γῆς εἰς οὐρανὸν φθάνει. Ἐπὶ τῇ τοῦ ὀστέου φθορᾷ ἡ ἐπικειμένη σὰρξ πλαδαρὰ καὶ βρυώδης εὑρίσκεται. ἡ φθορὰ γίνεται κατὰ δυσκρασίαν τοῦ μορίου, ἡ δυσκρασία φθείρει τὴν ἀλλοιωτικὴν δύναμιν καὶ τὸ αἷμα κατὰ φύσιν οὐ μεταβάλλεται, ὥστε γνησίαν καὶ ῥοδίζουσαν γεννῆσαι σάρκα. Τὸ ὄξος τῇ μήτρᾳ πολέμιον, ὅτι αἰσθητική ἐστι λίαν διὰ τὴν ἄμετρον ἡδονήν. γέγονε δὲ καὶ ἄγαν νευρώδης διὰ τὸ ἐκτείνεσθαι ἀμέτρως ἐν τῇ κυοφορίᾳ, ὡς καὶ ὁ θώραξ ὑμενώδης καὶ μυώδης. φασί τινες περί τινος ἰατρίνης ὡς διὰ μισθὸν πλείονα ἐτίθει τῇ μήτρᾳ ὄξος, εἶτα τὴν ὀδύνην θεραπεύουσα ἐζήτει πλείονα μισθόν, καὶ φωραθεῖσα ἐκολάσθη. ἐν ταῖς ὑστερικαῖς πνιξὶ τὰ εὐώδη προσφέρουσι τῇ μήτρᾳ, τὰ δὲ δυσώδη τῇ ῥινί, ὅτι τὰ εὐώδη λεπτομερῆ καὶ θερμὰ ὄντα τέμνει τὸ γλίσχρον τοῦ χυμοῦ τοῦ νοσοποιοῦ, τὰ δὲ δυσώδη ὡς παχυμερῆ ἐμφράττει τοὺς πόρους. ἐν τοῖς ἐπιληπτικοῖς κατάπτωσιν ποιεῖ τὰ δυσώδη ὡς πτερά, κέρας, λίθος γαγάτης, Θρᾳκίας ὕδατι ἁπτόμενος ἐλαίῳ σβεννύμενος· ὁ γὰρ διὰ τῶν ῥινῶν ἀναφερόμενος παχὺς [ἀτμὸς] παχύνει τὸ πνεῦμα τὸ ψυχικὸν καὶ ἀνεπιτήδειον ποιεῖ τῇ ψυχῇ πρὸς ἐνέργειαν· μὴ ὀχούμενον οὖν ὑπὸ τῆς ψυχῆς [τὸ σῶ]μα πίπτει. Τὰ ἐναντία τὸ αὐτὸ ποιεῖ πάθος, ὡς θερμότης καὶ ψυχρότης ῥῖγος, κατ' ἄλλην καὶ ἄλλην αἰτίαν· γίνεται γὰρ ἀπὸ ξανθῆς χολῆς ῥῖγος δριμείας οὔσης τῷ δακνόμενα τὰ μόρια ἐπεγείρεσθαι πρὸς ἀπόκρισιν. καὶ τούτου συνεχῶς γινομένου καὶ τῆς μὲν κεντούσης, τῶν δὲ μορίων ἐγειρομένων γίνεται τὸ ῥῖγος. γίνεται δὲ καὶ ἀπὸ ψύξεως, τῇ ἀμέτρῳ μεταβολῇ ξενιζομένης τῆς φύσεως τῶν μορίων καὶ πάλιν συνεχῶς ἐπανισταμένων πρὸς ἀπόκρισιν· τὸ γὰρ σύμμετρον φίλον τῇ φύσει, τὸ δὲ ἄμετρον ἀλλότριον. γίνεται δὲ πρῶτον περίψυξις ἐξ ἧς φρίκη καὶ μετὰ ταῦτα ῥῖγος. Ἄρτον καὶ οἶνον ἐν πυρετῷ διδόντες πῶς οὐκ ἀνάπτομεν αὐτόν; ὅτι βραχὺν διδόαμεν, ὃς καὶ τῇ θέρμᾳ εὐκόλως ἀναδίδοται καὶ τρέφει τὰ μόρια καὶ διεγείρει πρὸς πέψιν τοῦ νοσοποιοῦ χυμοῦ. ἰστέον δὲ ὡς ταῦτα τὰ δύο πρὸς θρέψιν καὶ ῥῶσιν ἰσοδύναμά εἰσι. καὶ Ὅμηρος· «σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή». προτάττεται ὁ σῖτος ὡς μόνος καὶ δι' ἑαυτοῦ τρέφων. ταῦτα καὶ ὀσφραινόμενα δύνανται ῥωννύειν, ὁμοίως καὶ τὸ μῆλον τῇ ὀσφρήσει ῥώννυσιν, ἐσθιόμενον δὲ ὡς ἄρτος καὶ οὐ διὰ ποιότητα. ὄξος ἀνακτᾶται λειποθυμίαν τῷ τέμνειν τὸν ἐν τῷ στομάχῳ χυμόν. καὶ ἕλικες ἀμπέλων καὶ ῥόδα καὶ τὰ ὅμοια ἐπὶ τῶν πυρετῶν δύνανται καὶ ἐμψύχειν καὶ τονοῦν. Τὸ ἔλαιον οὐδενὶ τῶν ὑγρῶν μίγνυται διὰ τὸ παχυμερὲς καὶ γλίσχρον καὶ ἄτμητον καὶ τὸ μὴ διδόναι χώραν ἑτέρῳ ὑγρῷ καταβληθῆναι εἰς αὐτό. τὰ ὁμιλοῦντα ἑαυτοῖς ὁμιλεῖ κατὰ κρᾶσιν ὡς τὰ στοιχεῖα, κατὰ παράθεσιν ὡς ὑδρέλαιον, κατὰ μῖξιν <ὡς> αἱ κριθαὶ πυροῖς, κατὰ κόλλησιν ὡς λίθος λίθῳ, κατὰ πρόσφυσιν ὡς αἷμα σαρκὶ ἢ μυελῷ, κατὰ γόμφωσιν ὡς τὰ ξύλα διὰ τῶν γόμφων, κατὰ ἀντοχὴν καὶ περιπλοκὴν ὡς κρίκη, κατ' ἐπιτηδειότητα ὡς ψυχὴ σώματι διὰ μέσου τινός, ὅπερ ἀμφοτέρων ἀναδεχόμενον τὴν φύσιν μίγνυσι τὸ σῶμα καὶ τὸ ἀσώματον, τὸ θεῖον καὶ τὸ γήινον. ἐν