ἄλλοτε δὲ θερμοδοτῶν εἰς τοῦ Μακρῆ Κοχάλου, ὅπερ ἐστὶν ἐπίσημον τοῦ κάστρου βαλανεῖον, πολλαῖς μεθαρμοζόμενος τέχναις καὶ μεθοδείαις, ὥσπερ ἐκεῖνος ὁ Πρωτεὺς εἰς σχήματα παντοῖα. Ἐγὼ δ' ἀναμνησκόμενος τὰς ἐν Αἰγύπτῳ πάλαι τοῦ Ἰσραὴλ κακότητας ἐπὶ τὴν πλινθουργίαν καὶ τὴν ἀδάπανον αὐτοῦ τῶν κόπων ἀκαρπίαν, καὶ ∆αναοῦ τῶν θυγατρῶν εἰς πίθους ἐπαντλήσεις, καὶ λογισάμενος τὸ πῶς ἤντλησας ἀσκοδαύλας, καὶ τότε πάλιν ἔπραξας τὰ πρὸ μικροῦ λεχθέντα, θαυμάζω πῶς ὑπήνεγκας τοῦ ταλαιπώρου βίου τὴν δύστηνον καὶ μοχθηρὰν ζωὴν καὶ παναθλίαν. Καὶ ταῦτα μὲν μικράν τινα παραψυχήν πως φέρει, εἰ καὶ δεινὰ καὶ χαλεπὰ καὶ δυσχερῆ τυγχάνει· τὸ δὲ τίλλειν τοὺς ὄρπηκας καὶ πρὸς γῆν καταφέρειν καὶ σχίζειν μὲν ἰθυτενῶς, συγκόπτειν δ' ἐγκαρσίως, καὶ στοιβάζειν ὡς ἐν βουνῷ καὶ πῦρ αὐτοῖς ἀνάπτειν καὶ καταψύχειν ἄνθρακας καὶ μεταφέρειν τούτους καὶ πωλεῖν καὶ πορίζεσθαι τὴν ἐδωδὴν ἐντεῦθεν, ποίαν οὐκ ἀποκρύψειεν ὑπερβολὴν πενίας, τίνα δ' οὐκ ἂν ἐκπλήξειαν οἱ κόποι τε καὶ μόχθοι; ὑπερτεροῦσιν οὗτοι γάρ, ὡς οἶμαι, καὶ τῶν πόνων οὓς μοναχὸς γενόμενος ἀνέτλης μετὰ ταῦτα. Ταῦτα λαλεῖν οὐδὲν ἐξῆν ἄλλον ἢ ∆ημοσθένην τὸν πικροῖς ἐνθυμήμασι βαλόντα τὸν Αἰσχίνην, ὅταν αὐτῷ διείλεκτο τὰ Περὶ τοῦ στεφάνου· ἐμοὶ δ' ἡ γλῶσσα καὶ στενὴ καὶ φορτικὸν τὸ γράφειν, ἄλλων τιῶν ἑλκόντων με πρὸς τὴν ἐκείνων πρᾶξιν, ὧν μέλλω δίκην ὑποσχεῖν τὴν ἀμοιβὴν †δοκοῦντα†· ὅθεν μικρᾷ τινι γραφῇ τὸν λόγον καταστέλλω. Ἔγνωσα τοὺς προπάτορας, ἔγνωσα τοὺς τεχνίτας· ἔμαθες ὅτι {ἐκ} τῶν πολλῶν εἷς ὑπάρχων θρασύς τις, ἢ μᾶλλον ἔξω τῶν πολλῶν (ἐθνικὸς γὰρ τῷ γένει), συναριθμητέος καὶ σὺ μεθ' ἡμῶν τῶν πενήτων. οὐδὲν βλάπτει τὸ πένεσθαι τῆς ἀρετῆς παρούσης· σύντροφος πέλει τῆς σεπτῆς ἀρετῆς ἡ πενία. πλεονεξία δέδηχε πτωχούς τε καὶ πλουσίους· αὕτη τὴν ἴσην ἄνισον ἀπειργάσατο φύσιν, αὕτη τὸ γένος εἰς πολλὰς ἐμέρισε μερίδας. δυσκόλως εἰσελεύσεται πλουτῶν εἰς βασιλείαν· θεοῦ φωνή, καὶ νόμιζε χαμαὶ ταύτην μὴ πίπτειν, καὶ μὴ φυσᾷς ἀνόνητα μηδὲ κομπάζῃς μάτην, μηδὲ τὸν τράχηλον ὑψοῖς, μὴ τὴν ὀφρῦν ἐπαίρῃς, μὴ τοῖς δακτύλοις τῶν ποδῶν βαίνῃς ἐπὶ τὴν †πίζαν†, μὴ τῷ χιτῶνι τῷ φαιῷ σεμνύνῃ καὶ τῷ βάκτρῳ, ὥσπερ ἐπὶ τῶν Κυνικῶν λέγεται φιλοσόφων· μὴ τῷ βάθει τοῦ πώγωνος καὶ τῷ ξανθόθριξ εἶναι καὶ τοῖς τοιούτοις ἅπασιν εὐγενὴς δόκει πλέον, οὐ γὰρ ἐν τούτοις πέφυκεν εὐγενὴς καθορᾶσθαι. εἰ δὲ κἀν τούτοις, ἄνθρωπε, τὸν εὐγενῆ νομίζεις, ὁ τράγος ἐστὶν εὐγενὴς πολλῷ σου καὶ μειζόνως· καὶ γὰρ ἐν τούτοις ἔγνωμεν μεγάλας γενειάδας καὶ σπλαγχνικὰ τὰ σχήματα τὰ τῆς ἀλαζονείας, †ἦν καὶ προπορευόμενων† μεγάλων αἰπολίων. ἐκεῖνον εὐγενέστατον καὶ φρόνει καὶ λογίζου, εἰς ὃν ὁ φόβος τοῦ θεοῦ συνεχῶς ἐφιζάνει, ὅστις ἀδούλωτον τηρεῖ τῆς ψυχῆς τὴν ἀξίαν, ὅστις τὰ πάθη τῆ σαρκὸς ἀπονεκρῶσαι σπεύδει, ὅστις κόσμον μεμίσηκε καὶ τὰ τοῦ κόσμου πάντα, ὅστις ἔνοικον ἔλαβεν τὴν τρισήλιον αἴγλην, ὅστις ἐκάθηρεν αὑτοῦ τὴν συνείδησιν ὅλην, ὅστις ὥσπερ ἐν οὐρανῷ περιπατεῖ τῇ γαίᾳ, κἂν σκηνογράφου πέρφυκεν οὗτος υἱὸς τυγχάνειν, κἂν ἁλιέως καὶ βοσκοῦ καὶ κηπουροῦ καὶ ῥάπτου, κἂν περάτου καὶ καλιγᾶ καὶ κτενᾶ καὶ ὑφράντου, κἂν τέκτονος καὶ μυλωνᾶ καὶ μισθωτοῦ καὶ ναύτου, κἂν μίμου καὶ θυμελικοῦ καὶ μαστροποῦ καὶ μάγου, κἂν συκοφάντου καὶ μοιχοῦ καὶ κλέπτου καὶ φονέως. οὐδένα γὰρ βδελύσσεται τούτων ἡ θεία χάρις οὐδ' ἀποστρέφεταί ποτε θεὸς τὸ τούτου πλάσμα, ὁπόταν νεύσῃ πρὸς τὴν γῆν ἐξετάζων καρδίας· ἀπροσωπόληπτός ἐστιν τοῦ πλάσματος ὁ πλάστης. καὶ πρόσσχες οἷα φθέγγομαι πρὸς τὴν σὴν εὐδοξίαν, ὁ δυστυχὴς καὶ ἄθλιος, ὁ καὶ μεμολυσμένος, ὁ μηδὲν ἕτερον ἰδὼν ἀλεύρου καὶ πασπάλης. Εἰ δὲ καὶ βούλει κατιδεῖν θεοῦ μεγάλου τρόπους, μάθε πόθεν ἐξήνεγκε τοὺς πρώτους τῶν ἁγίων, μάθε πόθεν ἐκάλεσεν τοὺς κήρυκας τοῦ λόγου, μάθε δι' ὧν ἐφώτισε τὰ