145
καταλιπεῖν τὴν εὐθεῖαν ὁδόν· ἐπισημήνασθαι δὲ προσήκει, ὡς ταῦτα ἅπαντα τῶν εὐσεβεστέρων χορὸς διεξέρχεται. Συναπέστειλε γὰρ αὐτοῖς ὁ Θεὸς καὶ τοὺς εὐσεβείᾳ λαμπρυνομένους, οἷόν τινας παιδονόμους καὶ παιδοτρίβας, ἀλείφοντας καὶ φωτίζοντας, καὶ ποδηγοῦντας ἅπαντας εἰς εὐσέ βειαν. Τοιοῦτος ἦν ὁ ∆ανιὴλ, τοιοῦτος ὁ Ἰεζεκιὴλ, Ἀνανίας, Ἀζαρίας, καὶ Μισαήλ. Τούτοις δὲ καὶ τοῖς τοιούτοις ἥρμοττε τὰ προκείμενα λέγειν· ἐκ προσώπου γὰρ αὐτῶν ἡ τοῦ Πνεύματος αὐτὰ συν έγραψε χάρις. ιʹ. "Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεός· ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον" Ταῦτα γὰρ, φησὶ, παθεῖν ἡμᾶς συνεχώρησας· δεῖξαι πᾶσι τὸ τῆς εὐ σεβείας ἡμῶν ἀκίβδηλον βουλόμενος. [Τάδ' αὐτὰ εἴρηται καὶ ἐκ προσώπου τῶν ἀθλοφόρων, τῶν κατὰ καιρὸν ὑπὲρ Χριστοῦ πεπονθότων ἢ καὶ πα σχόντων.] ιαʹ, ιβʹ. "Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Ἐπεβίβασας ἀνθρώ πους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν." Τοι αύτη ἦν ἡ κάμινος, ἐν ᾗ πνεῦμα διασυρίζον ἐψυ χαγώγει τοὺς ἀθλητάς. Παγὶς, ὁ τῶν λεόντων λάκ κος, καὶ παγὶς ἀφύλακτος· ἀλλ' ὅμως διὰ τῆς θείας χάριτος ταύτην ὁ Προφήτης διέφυγεν. Εἰκὸς δὴ ἦν, αὐτοὺς καὶ τύπτεσθαι καὶ αἰκίζεσθαι, ὡς αἰχ 80.1369 μαλώτους καὶ δούλους, παρὰ τῶν ἀνδραποδισάν των. ∆ιὸ καὶ τοῦτο εἰρήκασιν, "Ἔθου θλῖψιν ἐπὶ τὸν νῶτον ἡμῶν· ἐπεβίβασας ἀνθρώπους, ἐπὶ τὰς κεφαλὰς ἡμῶν." ∆οῦλοι ἀντ' ἐλευθέρων κατέστη μεν. Ἀλλ' ὅμως τούτων ἁπάντων ἀπαλλαγέντες, καὶ τῆς ἐπανόδου τετυχηκότες, τὰς νενομοθετημένας σοι θυσίας προσοίσομεν. Καὶ τοῦτο γὰρ ἐπήγαγεν. ιγʹ, ιδʹ. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυ τώμασιν· ἀποδώσω σοι τὰς εὐχάς μου. Ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλί ψει μου." Ὅσα, φησὶν, ὑπεσχόμην ὀδυνώμενος καὶ προσευχόμενος, εὐγνωμόνως ἐκτίσω. ιεʹ. "Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος, καὶ κριῶν, ἀνοίσω σοι βόας μετὰ χιμάρων." Ὁπόσα σοι χρὴ προσφέρειν, ἱερεύσω προθύμως. Μεμυαλωμένα κέκληκε τὰ εὐτραφῆ καὶ πίονα. Οὕτω γὰρ καὶ ὁ νόμος προσ φέρειν ἐκέλευσεν ἄμωμά τε καὶ ἄρτια· ἐπαρᾶται δὲ καὶ ὁ προφήτης Μαλαχίας τοῖς τοιαῦτα μὲν ἔχουσιν, ἀνάπηρα δὲ προσφέρουσιν. Αὕτη καὶ τῷ Κάϊν ἐγέ νετο τῶν κακῶν ἐκείνων ἀρχή· διδασκόμεθα δὲ καὶ ἡμεῖς τοῖς τιμιωτέροις ὧν ἔχομεν τὸ Θεῖον γε ραίρειν. ιʹ. "∆εῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου." Οὐ μάτην, φησὶ, ταῦτα προσφέρειν ὑπισχνοῦ μαι τὰ δῶρα· ἀλλὰ μεγάλων παρ' αὐτοῦ δωρεῶν ἀπολαύσας, ἃς καὶ ὑμᾶς μαθεῖν ἀξιῶ, τοὺς τὸ Θεῖον ἔχοντας σέβας. Οὕτω καὶ ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ ἔφη ψαλμῷ· "Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν." ∆ιὰ τούτων δὲ παιδευόμεθα τούτους κοινωνοὺς ἔχειν, καὶ τούτοις διαφερόντως διηγεῖσθαι τὰ θεῖα. "Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσί· μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων." Καὶ, "Τὰ μυστήριά μου ἐμοὶ, καὶ τοῖς ἐμοῖς. ιζʹ. "Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου." Ὁ δὲ Σύμμαχος οὕτως, Αὐτὸν τῷ στόματί μου ἐπεκαλεσά μην, καὶ ὑψώθη παραχρῆμα ἡ γλῶσσά μου. Εὐθὺς γὰρ προσενεγκὼν τὴν δέησιν, ἐδεξάμην τὴν αἴτησιν, καὶ εὐφροσύνης πλησθεὶς, εἰς χαριστήριον ὕμνον τὴν γλῶσσαν ἐκίνησα. ιηʹ. "Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος." Ὁ δὲ Σύμμαχος, οὕτως· Ἀδικίαν εἰ προεῖδον ἐν τῇ καρδίᾳ μου, μὴ 80.1372 εἰσακούσῃ Κύριος. Εἰ παρακαλῶν, φησὶ, τῆς δουλείας ἀπαλλαγῆναι, καὶ τῆς ἐπανόδου τυχεῖν, ἀδικίαν τινὰ δράσειν μετὰ τὴν ἐπάνοδον ἐφαντάσθην, τῆς θείας εὐμενείας μὴ τύχοιμι· ὅτι δὲ οὐ ψεύδομαι, τὰ πράγματα μαρτυρεῖ. ιθʹ. "∆ιὰ τοῦτο γὰρ εἰσήκουσέ μου ὁ Θεός· προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου." Καθα ρεύοντα γάρ με τοιούτων λογισμῶν θεασάμενος, φιλοτίμως τῶν οἰκείων ἠξίωσε δωρεῶν· οὕτω ταῦτα διηγησάμενος τῶν εὐσεβῶν ὁ χορὸς, εἰς ὕμνον συμ περαίνει τοὺς λόγους. κʹ. "Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ'