145
πρὸς τὴν ταπείνωσίν μου, ὦ καλὸν τέκνον, εὕροις τὸν Χριστὸν εὐμενισμένον, τῆς πεποιθήσεώς σου χαριζόμενόν σοι τοὺς μισθούς· δι' αὐτὸν γὰρ πράττεις, ἃ πράττοις. γρηγορεῖν δὲ παρακαλῶ ὑμᾶς, στήκειν ἐν τῇ πίστει, ἀνδρίζεσθαι, κραταιοῦσθαι, πάντα ὑμῶν ἐν ἀγάπῃ γίνεσθαι· ὁ γὰρ καιρὸς ἀγώνων. σκοπεῖτε πῶς τινες δοκοῦντες ἵστασθαι καταπεπτώκασι, καὶ ἄλλοι ἄλλως. παραζηλοῦμεν ἐν τοῖς ἐναθλοῦσιν, ὧν Χριστὸς στερέωμα, ὧν κἀγὼ ὁ τάλας εἴην κοινωνός· οἷς καὶ ὑμεῖς συναρίθμιοι ἐν Χριστῷ Ἰησοῦ, τῷ λαμπρύναντι τὴν πολιτείαν ὑμῶν ἔκπαλαι, ἀφ' ὧν καὶ ὁ ζῆλος ἀνήφθη ἐν τῷ νῦν καιρῷ τολμῶ λέγειν. Πρὸς οὓς εἴρηκας ἐπιστεῖλαι γέγραφα. προσαγόρευσον τὴν καλήν σου συνοδίαν· οἱ σὺν ἐμοὶ θερμῶς σε ἀσπάζονται. 206 {1Πατρικίᾳ}1 Οὔπω οὔτε ἐν ὄψει, ὡς οἶμαι, ἦλθον τῆς εὐγενείας σου οὔτε εἰς λόγον γραμματικῆς προσφωνήσεως, ἤχθην δὲ κινηθεὶς παρὰ τοῦ πνευματικοῦ ἡμῶν τέκνου, Πέτρου δὴ λέγω, τοῦ ἰδίου σου· πολλά σοι γὰρ τὰ ἐγκώμια συνείρει καὶ πολλούς σου φαίη ἀπολελαυκέναι τιμῆς καὶ χάριτος. καὶ τοῦτο ψυχῆς ἀγαθῆς, ἀγαθοποιεῖν πρὸς πάντας, καὶ μάλιστα πρὸς τοὺς οἰκείους καὶ ἀγχιστεύοντας. λέγει δὲ ὁ ἀδελφὸς καὶ μὴ χραίνεσθαί σε τῇ μυσαρᾷ αἱρέσει τῶν χριστομάχων. καί γε πάλιν μέγας σοι ὁ ἔπαινος ἐντεῦθεν, πιστὰ φυλαττούσῃ τῷ δεσπότῃ σου Χριστῷ, καθάπερ καὶ τῷ μακαρίῳ σου ὁμόζυγι. ἀλλ' ὤ, πῶς ἦλθον εἰς μνήμην τοῦ ἀνδρός; κἂν γὰρ τῇ τιμιότητί σου ἀγνώριστος, ἀλλ' οὐκ ἐκείνῳ τῷ ἀειμνήστῳ· ἐφίλουν γὰρ αὐτὸν πάνυ διὰ τὴν ἐν ἅπασιν εὐσέβειαν αὐτοῦ καὶ θεοφοβίαν, πείθομαι δὲ ὅτι καὶ ἀντεφιλούμην. γέγονε δὲ ὡς γέγονε, καὶ θεὸς αὐτὸν ἀναπαύσειεν· οὐ γὰρ τὸ θανεῖν ἐν πολέμῳ ἁπλῶς κακόν, ἀλλὰ τὸ ἐν ἁμαρτίᾳ, οὗ δ' ἂν φθασθείη τις κἂν ἐπὶ κλίνης. Λοιπὸν εὔθυμος ἔσο, κυρία, περὶ τῆς σῆς κεφαλῆς, ὃν ὄψῃ μικρὸν ὕστερον, ἐλπίζω, ἐν χαρᾷ, ὅτε τῇ ἐσχάτῃ σάλπιγγι ἀναστήσονται πάντες εἰς ἄμειψιν τῶν βεβιωμένων. ἴδε πῶς ἀρξάμενος ἑτέρως ἐτελείωσα· εὑρέθη γάρ μοι τὸ γράμμα κατὰ χρέος τῇ τοῦ ἐμοῦ κυρίου καὶ γνησίου φίλου ὁμόζυγι πεποιημένον. χαρισθείης μοι εὐσεβῶς διαβιοῦσα. 207 {1Πατρικίᾳ ἄλλῃ}1 Τανῦν ἐπιστεῖλαι τῇ ἐμῇ κυρίᾳ ἐκ προφάσεως γέγονε τοῦ πνευματικοῦ ἡμῶν τέκνου ἀββᾶ Πέτρου, τοῦ καὶ τῆς σῆς θεοσεβείας ἀγχιστέως. τί δὲ ὅ τι οὐκ ἀπέλιπες καὶ αὐτῷ ἀγαθοποιοῦσα, ὥσπερ καὶ τοῖς περὶ τὸν ἀββᾶν Εὐόδιον ἄλλοις τε τοῖς φθάσασι τῆς ἐλαχίστης ἡμῶν μονῆς ὑπάρχειν; ὑπὲρ ὧν καὶ δι' ὧν ἄξιόν ἐστιν εὐχαριστεῖν σοι, ἀπολογεῖσθαι, προσεύχεσθαι τὰ ἀγαθά σοι εὐθηνῆσαι. ὁ οὖν ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν πνευματικὸν σπόρον καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης σου ἐν παντί, θείᾳ ἐργασίᾳ πλουτιζομένης· τοῦτο γάρ σοι ἐγκώμιον ἐν τῷδε τῷ βίῳ καὶ ἐφόδιον αἰωνίου ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀπολαύομεν πάντοθεν τῶν ἀγαθῶν σου, ἔχομεν δὲ ἐν ὀφθαλμοῖς ἡμῶν μνήμης ἐμπύρευμα καὶ τὸ προσκεφάλαιον, ἐν ᾧ ἀναπαυόμενοι χρεωστικῶς ὑπερευχόμεθά σοι. τί τὸ ἑξῆς; ὅτι καὶ τὴν πίστιν, ὡς μανθάνω, φυλάττεις ὡς κεφαλίδα σου, τὸ φρόνιμον τοῦ ὄφεως ἔχουσα κατὰ τὴν Γραφὴν καὶ τὸ τῆς περιστερᾶς ἀκέραιον. ὢ τῆς ἐπαινετῆς σου θεοσεβείας· οἶδας ὅτι οὐδὲν θεοῦ προτιμότερον, ὄντως πεπαίδευσαι τὰ θεῖα, ἀληθῶς γινώσκεις τὰ ἀνθρώπινα παρερχόμενα. καί γε διαφυλάξειέν σε Κύριος ἕως τέλους ἀκατάγνωστον, ἀμέτοχον τῆς τῶν αἱρετιζόντων θεοχωρίστου κοινωνίας, τὴν ἐν ἅπασιν πανεύφημον καὶ πανσύνετον. 208 {1Ἱλαρίωνι τέκνῳ}1 Χαῖρε τέκνον, ἀββᾶ Ἱλαρίων· πυνθάνομαί σε πῶς ἔχεις, πῶς διεξάγοις τὸν τοῦ διωγμοῦ καιρόν. κἂν ἄρτι ἀπεριόριστος, ἀλλὰ τὰ πάλαι οὐ μόνον περιωρισμένος, ἀλλὰ καὶ ἐν πληγαῖς ὑπὲρ Χριστοῦ· ὅμως καὶ τανῦν δεδιωγμένος καὶ ὁ μακαρισμὸς ἐγγύθεν. δεδέημαι καὶ πρὶν καὶ νῦν τὸ αὐτό, εὐαρέστως διεξάγειν τὴν ἐν Κυρίῳ ζωὴν ὑμῶν. ἡ συνοδία σου ἔστω συνοδία Χριστοῦ, ἡ ἁλεία σου ἁλεία ἀποστολική· καὶ γὰρ μαθητῶν Χριστοῦ τὸ ἐπιτήδευμα. δοξάσατε δὴ τὸν θεόν, τέκνα μου, ἐν τῷ ἔργῳ ὑμῶν, ὅτι ἐπὶ θύραις