145
ἕτερος, καὶ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πατριάρχου. ϛʹ. κζʹ. ζʹ. ζʹ. ζʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι πᾶσαν τὴν Αἴγυπτον καὶ Ἀλεξάνδρειαν καὶ Λιβύην καὶ ἕως Αἰθιοπίας, καὶ λαβόντες αἰχμαλωσίαν πολλὴν καὶ λάφυρα πάμπολλα καὶ χρήματα ὑπέστρεψαν. τὴν δὲ Καρχηδόνα οὐκ ἴσχυσαν παραλαβεῖν, ἀλλὰ φρουρὰν ἐάσαντες τοῦ πολιορκεῖν αὐτὴν ἀνεχώρησαν. ζʹ. κηʹ. ηʹ. ηʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐστράτευσαν οἱ Πέρσαι κατὰ Καρχηδόνος καὶ ταύτην παρέλαβον πολέμῳ. τῷ δ' αὐτῷ ἔτει μηνὶ Ἰαννουαρίῳ αʹ, ἰνδικτιῶνος εʹ, ὑπάτευσε Κωνσταντῖνος ὁ νέος, ὁ καὶ Ἡράκλειος καὶ Ἡρακλείου υἱός· καὶ προεβάλετο καίσαρα Κωνσταντῖνον τὸν μικρόν, τὸν ἴδιον ἀδελφόν, τὸν ἐξ Ἡρακλείου καὶ Μαρτίνης γεννηθέντα. ηʹ. κθʹ. θʹ. θʹ. θʹ. Τούτῳ τῷ ἔτει πάλιν Ἡράκλειος ἀπέστειλε πρέσβεις ἐν Περσίδι πρὸς Χοσρόην αἰτούμενος εἰρήνην. ὁ δὲ Χοσρόης καὶ πάλιν αὐτοὺς ἀπεπέμψατο εἰρηκώς· "οὐ φείσομαι ὑμῶν ἕως ἂν ἀρνήσησθε τὸν ἐσταυρωμένον, ὃν λέγετε θεὸν εἶναι, καὶ προσκυνήσητε τῷ ἡλίῳ." θʹ. λʹ. ιʹ. ιʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐστράτευσαν οἱ Ἄβαρεις κατὰ τῆς Θρᾴκης. καὶ ἀποστείλας Ἡράκλειος πρέσβεις πρὸς αὐτοὺς ᾐτεῖτο εἰρήνην· καὶ συνθεμένου τοῦ Χαγάνου ταύτην ποιεῖν, ἐξῆλθεν ὁ βασιλεὺς ἔξω τοῦ Μακροῦ τείχους μετὰ πάσης δορυφορίας βασιλικῆς καὶ δώρων πολλῶν καὶ μεγάλων ὑποδέξασθαι τὸν Χαγάνον, λαβὼν τὰ πιστὰ παρ' αὐτοῦ τοῦ ποιῆσαι πρὸς ἀλλήλους σπονδὰς εἰρηνικάς. ὁ δὲ βάρβαρος ἐκεῖνος τάς τε συνθήκας ἀθετήσας καὶ τοὺς ὅρκους ἄφνω τυραννικῶς κατὰ τοῦ βασιλέως ἐχώρησεν. ἐκπλαγεὶς δὲ ὁ βασιλεὺς τῷ 302 ἀπροσδοκήτῳ τοῦ πράγματος φυγὰς ἐπὶ τὴν πόλιν ὑπέστρεψεν. λαβὼν δὲ ὁ βάρβαρος τήν τε βασιλικὴν ἀποσκευὴν καὶ δορυφορίαν καὶ ὅσους καταλαβεῖν ἠδυνήθη, ὑπέστρεψε πολλὰ χωρία τῆς Θρᾴκης ληϊσάμενος ἐκ τοῦ ἀπροσδοκήτου ἀπατηθέντας τῇ ἐλπίδι τῆς εἰρήνης. Κόσμου ἔτη ϛριαʹ. Τῆς θείας σαρκώσεως ἔτη χιαʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λαʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιαʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιαʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. αʹ. Τούτῳ τῷ ἔτει Ἡράκλειος πρὸς τὸν Χαγάνον τῶν Ἀβάρωνπρέσβεις ἀποστείλας ἐνεκάλει περὶ τῶν ὑπ' αὐτοῦ γεγονότων ἀθέσμων καὶ πρὸς εἰρήνην προετρέπετο. ἐπιστρατεῦσαι γὰρ διανοούμενος κατὰ Περσίδος εἰρηνεύειν μετὰ τοῦ Χαγάνου ἤθελεν. ὁ δὲ Χαγάνος αἰδεσθεὶς τὴν τοῦ βασιλέως ἀγάπην μετανοεῖν ἐπηγγέλλετο καὶ εἰρήνην ποιεῖν ὑπισχνεῖτο· καὶ στοιχήσαντες πάκτα ὑπέστρεψαν οἱ πρέσβεις ἐν εἰρήνῃ. Τῷ δ' αὐτῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὴν Ἄγκυραν Γαλατίας πολέμῳ. ιαʹ. λβʹ. ιβʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐσκλήρυνε Χοσρόης τὸν ζυγὸν αὐτοῦ ἐπὶ πάντας ἀνθρώπους εἰς αἱμοβορίαν καὶ φορολογίαν. ἐπαρθεὶς γὰρ τῇ νίκῃ οὐκέτι ἐν τῷ καθεστῶτι εἶναι ἠδύνατο. τότε Ἡράκλειος ζῆλον θεοῦ ἀναλαβὼν καὶ μετὰ τῶν Ἀβάρων εἰρηνεύσας, ὡς ἐνόμιζεν, μετήνεγκε τὰ στρατεύματα τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν καὶ διενοεῖτο τῇ συνεργίᾳ τοῦ θεοῦ κατὰ Περσίδος χωρῆσαι. ιβʹ. λγʹ. ιγʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ δʹ, ἰνδικτιῶνος ιʹ, τελέσας ὁ βασιλεὺς Ἡράκλειος τὴν ἑορτὴν τοῦ πάσχα εὐθέως τῇ δευτέρᾳ ἑσπέρας ἐκίνησε κατὰ Περσίδος. λαβὼν δὲ τὰ τῶν εὐαγῶν οἴκων χρήματα 303 ἐν δανείῳ, ἀπορίᾳ κατεχόμενος ἔλαβε καὶ τῆς μεγάλης ἐκκλησίας πολυκάνδηλά τε καὶ ἕτερα σκεύη ὑπουργικά, χαράξας νομίσματά τε καὶ μιλιαρίσια πάμπολλα. κατέλιπε δὲ τὸν ἴδιον υἱὸν σὺν τῷ πατριάρχῃ Σεργίῳ ἐν Κωνσταντινουπόλει διοικεῖν τὰ πράγματα σὺν Βωνόσῳ τῷ πατρικίῳ, ἀνδρὶ ἐχέφρονι καὶ τὰ πάντα συνετῷ καὶ πεπειραμένῳ. ἔγραψε δὲ καὶ πρὸς τὸν Χαγάνον τῶν Ἀβάρων παρακλήσεις τοῦ ἐπικουρεῖν τὰ τῶν Ῥωμαίων πράγματα, ὡς φιλίαν σπεισάμενον πρὸς αὐτόν, καὶ ἐπίτροπον τοῦ ἑαυτοῦ υἱοῦ τοῦτον ὠνόμασεν. ἀπάρας δὲ τῆς βασιλευούσης πόλεως ἐξῆλθε κατὰ τὰς λεγομένας Πύλας πλοῒ τὴν πορείαν ποιησάμενος. ἐντεῦθεν δὲ ἐπὶ τὰς τῶν θεμάτων χώρας ἀφικόμενος συνέλεγε τὰ στρατόπεδα καὶ προσετίθει αὐτοῖς