1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

146

Τῆς δὲ ἄλλης ἡμέρας ὀρθρίτερον προελθὼν ὁ Πέτρος καὶ ἰδὼν τὸν Σίμωνα σὺν ἄλλοις πολλοῖς ἀναμένοντα αὐτόν, προσαγορεύσας τὸ πλῆθος ἤρξατο διαλέγεσθαι. ἅμα δὲ τῷ ἄρξασθαι ὁ Σίμων ἐγκόψας ἔφη· Τὰ μακρά σου ταῦτα παρεὶς προοίμια εἰς τὸ προκείμενον πυνθανομένῳ μοι ἀπόκριναι. ἐπειδὴ συννοῶ σε (ὡς ἀφ' ὧν ἀπ' ἀρχῆς ἐπακηκοὼς ἐπίσταμαι ὅτι μηθὲν ἕτερόν σοι πρόκειται ἢ πάσῃ μηχανῇ τὸν δημιουργὸν αὐτὸν δεῖξαι μόνον ἄμεμπτον εἶναι θεὸν) [καὶ] τοσοῦτον προαίρεσιν πόθον ἔχοντα διισχυρί- ζεσθαι, ὡς καὶ ἐνίας τῶν γραφῶν περικοπὰς σαφῶς καταλεγούσας αὐτοῦ τολμᾶν ψευδεῖς λέγειν· οὗ εἵνεκεν προῄρημαι σήμερον ἀποδεῖξαι ὅτι ἀδύ- νατόν ἐστιν αὐτὸν πάντων δημιουργὸν ὄντα ἄμεμπτον εἶναι. τῆς δὲ ἀπο- δείξεως ἤδη ἄρξασθαι δύναμαι, ἐάν γε πρὸς ὃ πυνθάνομαί σου ἀποκρίνῃ μοι. φής τινα κακίας ἡγεμόνα εἶναι ἢ οὔ; ἐὰν γὰρ εἴπῃς μὴ εἶναι, ἐκ πολλῶν καὶ τῶν τοῦ διδασκάλου σου ἀποδεῖξαι ἔχω ὅτι ἔστιν· εἰ δὲ εὐγνω- μονῶν ὁμολογήσεις εἶναι τὸν πονηρόν, ἑπομένως ποιήσω τὸν λόγον. καὶ ὁ Πέ- τρος· Ἀδύνατόν ἐστίν μοι φωνὴν τοῦ ἐμοῦ ἀρνήσασθαι διδασκάλου, διὸ καὶ ὁμολογῶ εἶναι τὸν πονηρόν, ὅτι πολλάκις αὐτὸν ὑπάρχειν ὁ πάντα ἀλη- θεύσας εἴρηκεν διδάσκαλος. αὐτίκα γοῦν ὁμολογεῖ ἐπὶ τεσσαράκοντα ἡμέ- ρας διαλεχθέντα πεπειρακέναι αὐτόν. καὶ ἄλλῃ που οἶδα αὐτὸν εἰρηκότα· «Eἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ' ἑαυτὸν ἐμερίσθη· πῶς οὖν αὐτοῦ στήκῃ ἡ βασιλεία;». καὶ ὅτι ἑώρακεν τὸν πονηρὸν «ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ» ἐδήλωσεν. καὶ ἄλλοθι ἔφη· «Ὁ δὲ τὸ κακὸν σπέρμα σπείρας ἐστὶν ὁ διάβολος». καὶ πάλιν· «μὴ δότε πρόφασιν τῷ πονηρῷ». ἀλλὰ καὶ συμβουλεύων εἴρηκεν· «Ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ, τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν». ἀλλὰ καὶ ἐν ᾗ παρέδωκεν εὐχῇ ἔχομεν εἰρημένον· «Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ». καὶ ἄλλῃ που εἰπεῖν ὑπέ- σχετο τοῖς ἀσεβέσιν· «Ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον, ὃ ἡτοίμασεν ὁ πατὴρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». καὶ ἵνα μὴ εἰς πολὺ μη- κύνω τὸν λόγον, πολλάκις οἶδα τὸν διδάσκαλόν μου εἰπόντα εἶναι τὸν πονηρόν. διὸ κἀγὼ σύμφημι αὐτὸν ὑπάρχειν. λοιπὸν εἴ τι ἔχεις ἑπο- μένως λέγειν, ὡς ὑπέσχου λέγε. καὶ ὁ Σίμων· Ἐπεὶ οὖν εὐγνωμονή- σας ὡμολόγησας εἶναι τὸν πονηρόν, ἀπὸ γραφῶν ἡμῖν λέγε τὸ πῶς γέγονεν, εἴπερ γέγονε, καὶ ὑπὸ τίνος καὶ διὰ τί. καὶ ὁ Πέτρος· Σύγ- γνωθί μοι, Σίμων, μὴ τολμῶντι εἰπεῖν ἃ μὴ γέγραπται. εἰ σὺ φὴς γε- γράφθαι, δεῖξον· εἰ δέ, καθὰ μὴ γέγραπται, οὐδὲ σὺ δεῖξαι δύνῃ, διὰ τί περὶ τῶν μὴ γραφέντων ἀποφαινόμενοι κινδυνεύομεν; ἦ γὰρ οὐ πε- πιστεύκαμεν κριθήσεσθαι μὴ μόνον περὶ ὧν ποιοῦμεν, ἀλλὰ καὶ περὶ ὧν πιστεύοντες λαλοῦμεν, καὶ διὰ τοῦτο τολμηρότερον περὶ θεοῦ διαλε- γόμεθα; ὁ δὲ Σίμων συνεὶς ὅτι πρὸς τὴν ἀπόνοιαν αὐτοῦ εἴρηκεν, ἔφη· Ἐμὲ ἔα κινδυνεύειν, σὺ δὲ ἣν φὴς βλασφημίαν πρόφασιν πρὸς ὑποχώ- ρησιν μὴ λάμβανε. συννοῶ γάρ σε βουλόμενον ὑποστέλλεσθαι, ὅπως τὸν ἐπὶ τῶν ὄχλων ἔλεγχον ἐκφύγῃς, ὁτὲ μὲν ὡς δεδιὼς βλασφημίας ἀκοῦ- σαι, ὁτὲ δέ (ἐπεὶ μὴ γέγραπται πῶς καὶ ὑπὸ τίνος καὶ διὰ τί γέγονεν ὁ πονηρός) ὅτι μὴ χρὴ πλεῖον τῆς γραφῆς τολμᾶν λέγειν· διὸ καὶ ὡς εὐλα-

[OΜIΛIA IΘ.]