146
δέσποτα ὁ Θεός, πρόσδεξαι τὰς διὰ χειλέων δεήσεις τοῦ λαοῦ σου τοῦ ἐξ ἐθνῶν, τῶν ἐπικαλουμένων σε ἐν ἀληθείᾳ, καθὼς προσεδέξω τὰ δῶρα τῶν δικαίων ἐν ταῖς γενεαῖς αὐτῶν. Ἄβελ ἐν πρώτοις τὴν θυσίαν ἐπεῖδες καὶ προσε δέξω, Νῶε ἐξελθόντος τῆς κιβωτοῦ, Ἀβραὰμ μετὰ τὸ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Χαλδαίων, Ἰσαὰκ ἐν τῷ φρέατι τοῦ ὅρκου, Ἰακὼβ ἐν Βηθλεέμ, Μωϋσέως ἐν τῇ ἐρήμῳ, Ἀαρὼν ἀνὰ μέσον τῶν ζώντων καὶ τῶν τεθνεώτων, Ἰησοῦ τοῦ Ναυῆ ἐν Γαλγάλοις, Γεδεὼν ἐπὶ τῆς πέτρας καὶ τῶν πόκων πρὸ τῆς ἁμαρτίας, Μανωὲ καὶ τῆς αὐτοῦ γυναικὸς ἐν τῷ πεδίῳ, Σαμψὼν ἐν τῷ δίψει πρὸ τῆς πλημμελείας, Ἰεφθάε ἐν τῷ πολέμῳ πρὸ τῆς ἀκρίτου ἐπαγγελίας, Βαρὰκ καὶ ∆εββώρας ἐπὶ τοῦ Σισάρα, Σαμουὴλ ἐν Μασσηφά· ∆αυὶδ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου, Σολομῶνος ἐν Γαβαὼν καὶ ἐν Ἱερουσαλήμ, Ἠλία ἐν τῷ ὄρει τῷ Καρμηλίῳ, Ἐλισσαίου ἐπὶ τῆς ἀτεκνούσης πηγῆς, Ἰωσαφὰτ ἐν τῷ πολέμῳ, Ἐζεκία ἐν ἀρρωστίᾳ καὶ ἐπὶ τοῦ Σενναχηρείμ, Μανασσῆ ἐν γῇ Χαλδαίων μετὰ τὴν πλημμέλειαν, Ἰωσία ἐν τῷ Φασσᾶ, Ἔσδρα ἐν τῇ ἐπανόδῳ· ∆ανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων, Ἰωνᾶ ἐν τῇ κοιλίᾳ τοῦ κήτους, τῶν τριῶν παίδων ἐν καμίνῳ πυρός, Ἄννας ἐν τῇ σκηνῇ ἐνώπιον τῆς κιβωτοῦ, Νεεμία ἐπὶ τῇ ἀνεγέρσει τῶν τειχῶν καὶ Ζορο βάβελ, Ματταθία καὶ τῶν υἱῶν αὐτοῦ ἐν τῷ ζήλῳ σου, Ἰαὴλ ἐν εὐλογίαις. Καὶ νῦν οὖν πρόσδεξαι τὰς τοῦ λαοῦ σου προσευχὰς μετ' ἐπιγνώσεώς σοι διὰ Χριστοῦ προσφε ρομένας ἐν τῷ Πνεύματι. Eὐχαριστοῦμέν σοι περὶ πάντων, δέσποτα παντο κράτορ, ὅτι οὐκ ἐγκατέλιπες τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου ἀφ' ἡμῶν, ἀλλὰ καθ' ἑκάστην γενεὰν καὶ γενεὰν σóζεις, ·ύῃ, ἀντιλαμβάνῃ, σκεπάζεις. Ἀντελάβου γὰρ ἐν ἡμέραις Ἐνὼς καὶ Ἐνώχ, ἐν ἡμέραις Μωϋσέως καὶ Ἰησοῦ, ἐν ἡμέραις τῶν κριτῶν, ἐν ἡμέραις Σαμουὴλ καὶ Ἠλία καὶ τῶν προφητῶν, ἐν ἡμέραις ∆αυὶδ καὶ τῶν βασιλέων, ἐν ἡμέραις Ἐσθὴρ καὶ Μαρδοχαίου, ἐν ἡμέραις Ἰουδίθ, ἐν ἡμέραις Ἰούδα Μακκαβαίου καὶ τῶν ἀδελφῶν αὐτοῦ. Καὶ ἐν ταῖς ἡμέραις ἡμῶν ἀντελάβου ἡμῶν διὰ τοῦ μεγάλου σου ἀρχιερέως Ἰησοῦ Χριστοῦ τοῦ Παιδός σου· καὶ ἀπὸ μαχαίρας γὰρ ἐρρύσατο καὶ ἐκ λιμοῦ ἐξείλατο διαθρέψας, ἐκ νόσου ἰάσατο, ἐκ γλώσσης πονηρᾶς ἐσκέπασεν. Περὶ πάντων σοι διὰ Χριστοῦ εὐχαριστοῦμεν, ὁ καὶ φωνὴν ἔναρθρον εἰς ἐξομολόγησιν δωρησάμενος καὶ γλῶσσαν εὐάρμοστον δίκην πλήκτρου ὡς ὄργανον ὑποθείς, καὶ γεῦσιν πρόσφορον καὶ ἁφὴν κατάλληλον καὶ ὅρασιν θέας καὶ ἀκοὴν