στασιαζούσης δὲ μηδὲ τὸν ὅλον αὐτοῖς οἶκον εἶναι εἰς χωρίου περιοχήν. Τί δὲ οὐκ ἂν σκωφθείη ὁ διὰ παχύτητα μήτε ἔξυπνος γινόμενος ἐν τῷ κοιμᾶσθαι, εἰ μὴ βελόναις κεντοῖτο εἰς βάθος, μήτε ἐν τῷ ἀνθρώποις ἥκειν εἰς θέαν ἐθέλων ὅλος βλέπεσθαι, ἀλλὰ παραπετάσμασιν ὑποκλέπτων τὸ βλέπεσθαι; Τίς δ' ἂν εἴη τά γε εἰς τὸ σκώπτεσθαι ὁμοίως; Μάγης, ὁ Κυρήνης βασιλεύς, ὃς δι' ἀργίαν σώματος καὶ πλῆθος τροφῆς κατάσαρκος, φασί, γενόμενος, ὑπὸ τοῦ πάχους ἀπεπνίγη. Ὅτι δὲ τὰ ἐκ γῆς παρώνυμα οὐκ ἀεὶ σεμνά εἰσι, δηλοῦσι καὶ οἱ τοῦ μύθου Γηγενεῖς καὶ Γίγαντες οὐδὲν ἧττον ἢ ὁ βουγάϊος καὶ ὁ δεδηλωμένος γεώλοφος. συντελεῖ δ' ἐνταῦθα καὶ τὸ «ὁ δ' ἕτερος, τί ἂν τύχοιμ' ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς ἄνθρωπος». Ἀλέξιδος δέ, φασί, τοῦ κωμικοῦ ὁ λόγος. Τὸ δὲ «ποῖον ἔειπες» ἁπλοϊκῶς μὲν ἔχειν φαίνεται, καθάπτεται δέ, ὧν ὁ Αἴας εἶπε μηδὲν εἰδὼς δῆθεν μέλλον. διὸ καὶ σαρκάζων λέγει μονονουχί, ὡς εἰ καὶ ἡ ἐμὴ πόλις πρὸ τῶν Ἀχαιϊκῶν νηῶν ἁλῶναι μέλλει, ἀλλ' ἐγὼ ἔνορκός φημι, ὡς οὐκ εἰς μακρὰν ἀλλὰ σήμερον κακὸν τοῖς Ἀργείοις ἔσται. καὶ οὕτω λόγον ἔχει ἐπαγόμενος αἰτιολογικῶς ὁ ˉγˉαˉρ σύνδεσμος.] (ῃ. 825) Τὸ δὲ «∆ιὸς πάϊς εἴην» ἀφορμήν τινα εὔλογον ἔχει τὸ διογενῆ βασιλικῶς εἶναι τὸν Ἕκτορα, εἰ καὶ μὴ πραγματικῶς, ὡς καὶ ἐξ Ἥρας τεχθῆναι. (ῃ. 826) Τὸ δὲ «ἤματα πάντα» περίφρασίς ἐστι τοῦ αἰεί, δι' οὗ εὔχεται ὁ Ἕκτωρ τὸ ἀθάνατον. (ῃ. 828) Τὸ δὲ «ἡμέρη ἥδε» τοῦ νῦν ἐστι διασαφητικόν. οὐ γὰρ κατὰ πλατὺ νῦν, ἀλλ', ὡς εἴρηται, σήμερον ἔσται τοῖς Ἀργείοις κακόν. ἄλλως γὰρ οἶδεν ὁ Ἕκτωρ, 3.562 ὡς «ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτε ὀλώλῃ Ἴλιος». ὀλεῖται δέ, ὡς μηκέτι οὕτω προλάμπειν μηδὲ προφαίνεσθαι. οὗ πρὸς ὁμοιότητα πέφρασται ἀλλαχοῦ τὸ «ἠέλιος οὐρανοῦ ἐξαπόλωλε». (ῃ. 829) Τὸ δὲ «πᾶσι» καὶ τὸ «μάλα» πανωλεθρίαν δεινὴν δηλοῖ, [μάλιστα μὲν οὖν κοινὸν ἀληθῶς ἅπασι κακόν. μόνῳ γὰρ τῷ Αἴαντι θάνατον ἀπειλεῖται ὁ Ἕκτωρ, τοῖς δ' ἄλλοις ἅπασι κακόν τι ἀπροσδιορίστως τοῖον ἢ τοῖον. ∆ιὸ καὶ ἔλλογος εἶναι δόξοι ἂν ἡ τοῦ Ἕκτορος εὐχή, ὡς οἷον εἰπόντος οὕτω· εἴθε ἦν γενέσθαι μοι τὸ πάντῃ ἀδύνατον, ἤγουν τὸ ∆ιὸς εἶναι παῖδα, ὡς ὁμολογουμένως ἔσται τοῖς Ἀργείοις κακὸν σήμερον. Εἰ δ' ὁ μῦθος ἐνταῦθα εἴπῃ, ὅτι Ἑκάβης μητρὸς καὶ Πτῴου πατρός, ἤγουν Ἀπόλλωνος, υἱὸς ὢν κατὰ τοὺς ὕστερον ποιητὰς ὁ Ἕκτωρ, ὅμως ἐθέλει τὸ μεῖζον, ἤγουν τὸ ἐκ ∆ιὸς καὶ Ἥρας εἶναι, ληρείτω ἐκεῖνος τὸ δοκοῦν αὐτῷ.] Τὸ δὲ «πεφήσεαι», ὃ χρόνου μέν ἐστι μετ' ὀλίγον μέλλοντος, δηλοῖ δὲ τὸ φονευθήσῃ, ἀπὸ τοῦ φῶ φήσω γίνεται, ἀφ' οὗ καὶ τὸ φάζειν. ὅθεν καὶ τὸ πεφασμένος καὶ τὸ σφάζειν. φῶ δὲ λέγεται καὶ τὸ φαίνω, ἐξ οὗ καὶ τὸ φῶς. σημαίνει δὲ καὶ τὸ καίω, ἐξ οὗ φαΰζειν τὸ φρύγειν Ἀττικῶς κατὰ τοὺς παλαιοὺς καὶ φῷδες αἱ ἀπὸ φλογὸς φλύκταιναι, ὧν καὶ ὁ Κωμικὸς μέμνηται, καὶ φωγνύναι τὸ φρύγειν, ὅθεν ἰσχάδες πεφωγμέναι. τὸ μέντοι ῥηθὲν φαΰζειν ἀπὸ τοῦ φρύγειν τινὲς παράγουσι. Τοῦ δὲ «ταλάσσῃς», ὅ ἐστι τλήσῃ, θέμα ταλάω, ἐξ οὗ ἐν συγκοπῇ τὸ τλῶ τλήσω. Τοῦ δέ γε ταλάω ταλάσω ἐξώρμηται τοῦ μὲν ὁ Ταλαὸς τὸ κύριον, 3.563 τοῦ δὲ ὁ τάλας, ὅθεν κατὰ ἀναγραμματισμὸν ὁ Ἄτλας. ἐκ τοῦ ταλάσω δὲ γίνεται καὶ ταλασίφρων, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐρρέθη, καὶ ταλασιουργεῖν ἐπὶ γυναικῶν τὸ ἐμμένειν ἔργοις καὶ ταλασίᾳ, ἴσως δὲ καὶ ἡ παρὰ τῷ Τραγικῷ τάλις, τουτέστι μελλόγαμος παρθένος, μελλονύμφη, ὡς καὶ αὐτὴ ταλασίαν ἀσκοῦσα. (ῃ. 830) ∆όρυ δὲ μακρὸν πρὸς διαστολὴν τῶν μὴ τοιούτων, ὁποῖόν τι καὶ ἡ αἰγανέα. Λειριόεις δὲ χροῦς ἐνταῦθα σκωπτικῶς εἴρηται ὁ ἐσκιατραφημένος καὶ ἀνθηρὸς διὰ τὸ ἐκ βάρους ἀγύμναστον τοῦ ἥρωος. Λείριον γὰρ ἄνθος, ὅθεν καὶ φωνὴ λειριόεσσα, καὶ Ποδαλείριος, οὐ μόνον, ὡς καὶ ἀλλαχοῦ κεῖται, ὁ ἀνθηρόπους διὰ τὸ εὐτυχές, ἀλλὰ καὶ τὰ ἀνθοῦντα περιοδεύων. ἰατρὸς γὰρ ἦν ῥιζοτόμος τὰ πολλά, ὡς εἰκός. (ῃ. 831) Τὸ δὲ «δάψει», ἐξ οὗ καὶ δαπταὶ παρὰ Λυκόφρονι αἱ μυῖαι καὶ τὸ δαρδάπτειν, ὡς ἐπὶ ἐμψύχου τοῦ δόρατος καὶ αὐτὸ εἴρηται. Τὸ δὲ «κορέεις» μέλλοντι ἰσοδυναμεῖ τῷ κορέσεις. (ῃ. 834) Ὅτι τὸ ἠχεῖν καὶ ἰάχειν λέγεται κατὰ ὀνοματοποιΐαν, ἀφ' οὗ καὶ Ἴακχος οὐ μόνον ὁ ἐπὶ ∆ιονύσῳ ἦχος, ἀλλὰ καὶ αὐτὸς