146
τελευ τήσαντος διεδέξατο τὴν ἀρχὴν Περσεὺς ἔτη ιʹ ἢ θʹ, κατά τινας ὕστατος βασιλεὺς Μακεδόνων γεγονὼς ὑποχείριός τε Ῥωμαίοις καὶ τὸν βίον οἰκτρῶς καταστρέψας κατὰ τοὺς χρόνους τῶν Μακκαβαίων. Τῆς μὲν οὖν πρὸς Ῥωμαίους δυστυχοῦς μάχης Φίλιππος προκατῆρξεν ὁ Περσέως πατήρ, τοῦ δὲ αἰσχίστου τέλους Περσεὺς ἀπήλαυσε σὺν τοῖς ὑπ' αὐτὸν Μακεδόσι καὶ τοῖς συμμαχήσασιν Ἰλλυριοῖς καὶ Ἠπειρώταις καὶ Μολοσσοῖς. Αἰμίλιος γὰρ Μάρκος Ῥωμαίων ὕπατος καὶ ἄριστος στρατηγὸς Περσέα λαβὼν αἰχμάλωτον, τοῦτον μὲν ἄδικον πρὸς Ῥωμαίους ἐξαγαγόντα παρὰ τὰς συνθήκας πόλεμον εἰς ἐλευθέραν ἀπέθετο φυλακήν, τὰς δὲ πόλεις Μακεδόνων καὶ Ἰλλυριῶν ἁλούσας παρ' ἐλπίδα πάσας ἐλευθέρας ἀφῆκε, καίτοι μεγάλων μεγάλους κινδύνους ὑπομεινάντων Ῥωμαίων πολλάκις ἐν τοῖς πρὸς Περσέα πολέμοις, καὶ πρό γε τούτου κρατήσαντες πολέμῳ 323 Φιλίππου τοῦ πατρὸς αὐτοῦ καὶ Ἀντιόχου τοῦ μεγάλου, καὶ τοσοῦτον ἐπ' αὐτοῖς φιλανθρωπευθέντων, ὡς μὴ μόνον τὰς βασιλείας αὐτῶν ἔχειν, ἀλλὰ καὶ φίλους αὐτοὺς εἶναι συγχωρησάντων· ἐφ' οἷς ἑαυτοὺς Μακε δόνες ἀγνωμονήσαντες ἀναξίους ἐδόκουν ἔσεσθαι παντὸς ἐλέους χειρω θέντες Ῥωμαίοις σὺν τῷ Περσεῖ. ἀλλ' ἡ σύγκλητος ἀμνησικάκως καὶ μεγαλοψύχως αὐτοῖς προσηνέχθη, τὴν ἐλευθερίαν ἀντὶ δουλείας χαρι σαμένη, ὁμοίως δὲ καὶ τοῖς Ἰλλυριοῖς. καὶ τούτων γὰρ τὸν βασιλέα Γετίωνα αἰχμάλωτον ἔλαβον σὺν τῷ Περσεῖ. Εὐγενῶς οὖν δυνατοῖς Ῥωμαῖοι τὴν ἐλευθερίαν χαρισάμενοι τὰ ἡμίση δίδειν τῶν τελῶν προσέταξαν ὧν πρότερον ἐτέλουν τοῖς ἰδίοις βασιλεῦσιν· ἐξέπεμψάν τε ιʹ μὲν πρεσβευτὰς ἐκ τοῦ συνεδρίου εἰς Μακεδονίαν, εʹ δὲ εἰς Ἰλλυριούς, οἳ καὶ πρὸς Αἰμίλιον Μάρκον ἐλθόντες συνεῖδον τὰ τείχη ∆ημητριάδος πόλεως Μακεδόνων πρώτης καθελεῖν, Ἀμφιλόχους δὲ τῶν Αἰτωλῶν ἀποζεῦξαι καὶ τοὺς ἐπιφανεῖς ἄνδρας τῶν Μακεδόνων εἰς ἓν συναγαγεῖν, ἔνθα ἐλευθέρους καὶ ἀφρουρήτους αὐτοὺς ἀφῆκαν. κατέλυσαν δὲ καὶ τὰς ἐκ τῶν μετάλλων ἀργύρου καὶ χρυσοῦ προσόδους διά τε τὸ τῶν ἐνοικούντων ἀνεπηρέαστον καὶ ὅπως μή τινες μετὰ ταῦτα νεωτερίζοιεν διὰ τῶν χρημάτων ἀνακτώμενοι τὴν Μακεδόνων ἀρχήν.
Τὴν δὲ χώραν ὅλην διεῖλον εἰς δʹ μέρη, ὧν πρῶτον τὸ μεταξὺ Νέστου ποταμοῦ καὶ Στρυμόνος καὶ τὰ πρὸς ἀνατολὴν τοῦ Νέστου ἐρύμην καὶ τὰ πρὸς Ἄβδηρα καὶ Μαρώνειαν καὶ Αἶνον πόλεις, πρὸς δυσμὰς δὲ τοῦ Στρυμόνος Βισαλτία πᾶσα μετὰ τῆς ἐν τῇ Σικτικῇ Ἡρακλείας. ∆εύτερον μέρος, ὅπερ ἀπὸ μὲν ἀνατολῆς ὁρίζει ὁ Στρυμὼν ποταμός, ἀπὸ δὲ δυσμῶν ὁ καλούμενος Ἄξιος ποταμὸς καὶ οἱ παρακείμενοι αὐτῷ τόποι. Τρίτον ὃ περιέχει κατὰ δυσμὰς μὲν ὁ Πηνειὸς ποταμός, κατὰ δὲ ἄρκτον τὸ λεγόμενον Βέρνον ὄρος, προστεθέντων καί τινων τόπων τῆς Παιονίας, ἐν οἷς καὶ πόλεις ἀξιόλογοι Ἔδεσσα καὶ Βέροια. Τέταρτον καὶ τελευταῖον, ὅπερ ὑπὲρ τὸ Βέρνον ὄρος συνάπτει τῇ Ἠπείρῳ καὶ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις. Ἡγοῦντο δὲ καὶ πόλεις δʹ τῶν αὐτῶν δʹ μερῶν· τοῦ μὲν πρώτου Ἀμφίπολις, τοῦ βʹ Θεσσαλονίκη, τοῦ γʹ Πέλλα καὶ τοῦ δʹ Πελαγωνία. 324 ἐν ταύταις ἀρχηγοὶ δʹ κατεστάθησαν καὶ οἱ φόροι ἠθροίζοντο, ἐν δὲ τοῖς ἐσχάτοις τῆς Μακεδονίας τόποις διὰ τὰς τῶν παρακειμένων ἐθνῶν ἐπιβουλὰς κατέστησαν στρατιώτας. Ἐπὶ τούτοις ὁ Αἰμίλιος ἀγῶνας καὶ πότους μεγαλοπρεπεῖς τῷ πλήθει συντάξας τὰ εὑρεθέντα χρήματα εἰς τὴν Ῥώμην ἀπέστειλε. καταλαβὼν δὲ καὶ αὐτὸς θρίαμβον καταγαγεῖν ἅμα τοῖς σὺν αὐτῷ στρατηγοῖς κελεύεται παρὰ τῆς συγκλήτου· καὶ πρῶτος μὲν Ἀνίκιος καὶ Ὀκταούιος ὁ τῆς ναυτικῆς δυνάμεως ἡγησάμενος, ἀνὰ μίαν ἡμέραν ἑκάτερος ἐθριάμβευσεν, ὁ δὲ σοφώτατος Αἰμίλιος ἐπὶ τρεῖς. Καὶ τῇ μὲν πρώτῃ ἅμαξαι χίλιαι διακόσιαι προῆλθον φέρουσαι λευκὰς καὶ τραχείας ἀσπίδας, καὶ ἄλλαι αςʹ ἅμαξαι πλήρεις ἀσπίδων χαλκῶν, καὶ ἕτεραι τριακόσιαι λόγχας καὶ σαρίσσας καὶ τόξα καὶ ἀκόντια γέμουσαι. προηγοῦντο δὲ αὐτῶν ὡς ἐν πολέμῳ σαλπιγκταί. ἦσαν