146
ἔφασκεν εἰδέναι μὲν τἀληθὲς οὐκέτι ἔχειν. μήτε γὰρ ἀξιόλογόν τινα ἀπαγγελοῦντα ἐκεῖθεν ἀφῖχθαι, μήτε πρωτοστράτορα γράμμασι δεδηλωκέναι. τοῦτο δὲ μόνον τῶν ἐκεῖθεν ἀφικνουμένων ἀγγελιαφόρων ἀκηκοέναι, ὡς πύθοιτο μὲν ὁ βασιλεὺς περὶ τῆς νόσου τῆς σῆς ὡς εἴη τῶν πρὸς θάνατον ἀγουσῶν· 1.414 δείσας δὲ μὴ μετὰ σὴν τελευτὴν τῶν ἀνηκέστων τι τολμηθῇ περὶ αὐτὸν, ὑποδύσαιτο τὸ σχῆμα τῶν μοναχῶν. βασιλεὺς δὲ ἤχθετό τε πρὸς τὴν ἀγγελίαν καὶ ἐδυσχέραινεν οὐ μετρίως, οὐ κατὰ γνώμην αὐτῷ λέγων εἶναι τὰ γεγενημένα. ὁ μέγας δὲ δομέστικος ὁρῶν αὐτὸν ἀλγοῦντα ἐπὶ τοῖς συμβεβηκόσι καὶ δείσας μή τι πρὸς τὴν νόσον ὑπὸ τοῦ ἀλγεῖν παραβλαβῇ, ἀνελάμβανέ τε αὐτὸν καὶ παρεμυθεῖτο, τὴν μὲν αἰδῶ καὶ τιμὴν ἣν αὐτὸς ἔχων περὶ βασιλέα διατελεῖ, καὶ ὡς πολλοῦ ἂν ἐτιμήσατο μὴ τοιαῦτα περὶ αὐτὸν συμβεβηκέναι, ἀλλ' ἐπὶ τοῦ προτέρου διαμένειν σχήματος πάντων μᾶλλον αὐτὸς εἰδέναι καὶ συνεπιμαρτυρεῖν εἰπών. εἰ δὲ ἀδύνατον τὰ γεγενημένα ἀναλῦσαι, τί χρὴ περὶ αὐτῶν πολλὴν ποιούμενον φροντίδα, ἐκείνοις μὲν οὐδεμίαν ἐξευρίσκειν ὄνησιν, ἡμῖν δὲ αὐτοῖς οὐ τὴν τυχοῦσαν βλάβην προξενεῖν; ἐγὼ δὲ, εἴγε ἐξῆν, ἐμαυτῷ δίκας οὐ μικρὰς ἐτιμησάμην, ὅτι οὕτως ἀπερισκέπτως ἢ ἀνοήτως μᾶλλον εἰπεῖν, ἐπ' οὐδενὶ κέρδει ταραχήν σοι προσήγαγον καὶ λύπην οὐδαμῶς ἐν τῷ νυνὶ προσήκουσαν καιρῷ. κἂν γὰρ τῶν πρὸς θάνατον ἀπηλλάγημεν φόβων καὶ ὑπονοιῶν, ἀλλ' οὔπω καθαρᾶς ὑγείας οὐδ' ἀσφαλείας ἀπολαύειν ἔξεστι. βασιλεὺς δὲ ἃ μικρῷ πρόσθεν περὶ βασιλέα τὸν πάππον διενοεῖτο δρᾷν ἀνεμίμνησκεν αὐτὸν, ὡς «εἴ γε ἐκεῖνα» λέγων «εἰς ἔργον προὔβη, νῦν οὐκ ἂν συνέβαινε τοιαῦτα.» ὁ δ' ἔφασκε καὶ αὐτὸς, ὡς «τοιαῦτα μὲν οὐκ ἂν ἐδρᾶτο· ἕτερα δὲ πολλῷ χείρονα καὶ ἀλυσιτελέστερα ἴσως ἂν συνέβη.» 1.415 ιθʹ. Ἐπεὶ δ' ὧν περὶ βασιλέα τὸν πάππον ὁ νέος διενοεῖτο, ἐμνήσθημεν, βασιλεὺς, ἀναγκαῖον βραχέα καὶ περὶ αὐτῶν διαλαβεῖν, ὡς ἂν μὴ λυμαίνοιτο τῷ σώματι τῆς ἱστορίας ἡ τῶν δοκούντων τινῶν παράλειψις ἀναγκαίων. ὡς γὰρ ὁ βασιλεὺς Ἀνδρόνικος ὁ νέος, καθάπερ ἔφθημεν εἰπόντες, τῆς βασιλείας διενοήθη κοινωνὸν τὸν μέγαν δομέστικον παραλαβεῖν καὶ τῷ τῆς ἁλουργίδος ἄνθει καὶ βασιλικοῖς κοσμῆσαι παρασήμοις, καὶ πολλὰ πολλάκις περὶ τούτου γε αὐτῷ διαλεχθεὶς, οὐδὲν ἠδυνήθη πλέον, ἀλλ' ἀμετάθετον τὴν γνώμην ἔχοντα ἑώρα πρὸς τὸ μηδέποτε αὐτῷ πεισθέντα πράττειν ἃ ἠξίου, ἐκείνου μὲν ἀπέσχετο καὶ αὐτὸς, ἀνηνύτοις οἰόμενος ἐπιχειρεῖν· ὕστερον δὲ οὐ πολλῷ τῷ πάππῳ καὶ βασιλεῖ πᾶσαν τὴν ἀρχὴν καὶ τὴν διοίκησιν τῆς Ῥωμαίων ἡγεμονίας ὥσπερ καὶ πρότερον παρέστη ἐγχειρίσαι. οὕτω δὴ διανοηθέντι ἐδόκει δεῖν προάγειν καὶ εἰς ἔργον, καὶ τῷ μεγάλῳ δομεστίκῳ ἐκοινοῦτο τὰ τῆς γνώμης, ὡς εἰ λυσιτελοίη καταπραξόμενος. τῷ δ' εὐθὺς μὲν ἐδόκει πεῖραν αὐτοῦ ποιεῖσθαι βασιλέα, οἰόμενον ὡς ἂν τοιαῦτα περὶ βασιλέως τοῦ πάππου πύθηται βουλόμενον, ῥᾳδίως ὑπείξει πρὸς τὸ ὑπ' αὐτοῦ γενέσθαι βασιλεὺς, ὅπερ ἀνεβάλλετο πρὶν, καὶ ἐδήλου ἃ ὑπενόει βασιλεῖ. ὡς δὲ ἐκεῖνος τοιοῦτον μὲν ἔφασκε διανενοῆσθαι μηδὲν, ἁπλῶς δ' οὑτωσὶ καὶ πανουργίας τινὸς χωρὶς καλόν τε οἴεσθαι καὶ βούλεσθαι προάγειν καὶ εἰς ἔργον, ὁ μέγας δομέστικος ὑπολαβών· «ἀλλ' ἔμοιγε» εἶπεν «οὐκ ἀγα 1.416 θὸν εἶναι δοκεῖ, οὐδὲ, τόγε εἰς ἐμὲ ἧκον, ὡς λυσιτελοῦν βουλεύσασθαι πραχθῆναι ἄν. εἰ δὲ σοί γε ἔδοξε τοιαῦτα περὶ βασιλέως καὶ παντὶ τρόπῳ βούλει ἐκτελέσαι, βέλτιον ὃ παρά σοι κέκριται καλὸν τοῦ παρ' ἐμοὶ μὴ τοιούτου φαινομένου τὸ πλέον ἔχειν. εἰ μὲν γὰρ σαυτῷ τε καὶ Ῥωμαίοις καὶ προσήκοντα καὶ λυσιτελοῦντα ἐβουλεύσω, θεὸς ὁ πᾶσιν ἀγαθοῖς ἔργοις ἐνηδόμενος καὶ τὴν σὴν ἂν ἐπιῤῥώσειε πρὸς τοῦτο ψυχὴν, καὶ οὐδ' εἰ πάντες ἄνθρωποι κωλύειν ἐπιχειροῖεν πεῖσαι δύναιντ' ἄν σε ἀποσχέσθαι· εἰ δ' ἄρα ταῦτα μὲν ἀσύμφορα πάντη καὶ Ῥωμαίοις καὶ σαυτῷ, θεῷ δ' ἔδοξε τοιαῦτα πεῖσαι ὥστε πρόφασιν πολέμων ἐμφυλίων καὶ στάσεως καὶ ταραχῆς Ῥωμαίοις εὑρεθῆναι, τίς οὕτως ἂν εἴη παντάπασιν ἔρημος φρενῶν, ὥσθ' ἃ ἔδοξε θεῷ, ταῦτ' αὐτὸν ἄν ποτε δυνηθῆναι ἀναλῦσαι νομίσαι; σκέψαι τοίνυν παρὰ σαυτῷ, κἂν ἴδῃς ἁπάσαις ψήφοις