146
αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ἀπιὼν ̓Ιωσὴφ τὸν θεῖον αὐτοῦ ἐπίτροπον τῶν ἐκεῖ πραγμάτων κατέλιπεν, ἐντειλάμενος λάθρᾳ, εἰ πάθοι τι παρ' ̓Αντωνίου αὐτός, αὐτίκα τὴν Μαριὰμ ἀνελεῖν, ινα μὴ τεθνηκότος αὐτοῦ ἑτέρῳ διὰ τὴν ὡραιότητα γένηται. ̔Ηρώδης μὲν ουν ἀπῄει, ̓Ιωσὴφ δὲ τὰ τῆς ἀρχῆς διοικῶν, καὶ συνεχῶς ἐντυγχάνων τῇ Μαριὰμ καὶ τῇ ̓Αλεξάνδρᾳ, τὴν πρὸς τὴν Μαριὰμ διηγεῖτο τοῦ βασιλέως διάθεσιν. εἰρωνευομένων δ' ἐκείνων 1.367 πρὸς τοὺς λόγους, προήχθη καὶ τὸ τῆς ἐντολῆς ἐκφῆναι ἀπόρρητον. τὸ δὲ μᾶλλον εἰς πλείω τὰς γυναῖκας ἐνῆγεν ἀπόνοιαν. γίνεται δὲ καὶ λόγος παρὰ τῶν ἀπεχθανομένων ̔Ηρώδῃ ὡς κτείνειεν αὐτὸν ὁ ̓Αντώνιος. ἐν τούτοις γράμματα ἐξ ̔Ηρώδου ἀφίκετο τὴν ̓Αντωνίου τιμὴν τὴν πρὸς αὐτὸν διηγούμενα, καὶ ὡς συνεδρεύει αὐτῷ ἐν ταῖς διαγνώσεσι καὶ ὡς συνεστιᾶται, καὶ οτι τούτων τυγχάνει καὶ ταῦτα τῆς Κλεοπάτρας χαλεπῆς ουσης αὐτῷ πρὸς διαβολήν. τούτων τῶν γραμμάτων κομισθέντων ἡ ψευδὴς ἐπαύσατο φήμη. ̓Επεὶ δὲ προπέμψας ὁ βασιλεὺς ̔Ηρώδης τὸν ̓Αντώνιον ἐπὶ Πάρθους εἰς τὴν ̓Ιουδαίαν ὑπέστρεψεν, εὐθὺς ἡ ἀδελφὴ Σαλώμη καὶ ἡ μήτηρ αὐτῶν κατηγόρουν ̓Αλεξάνδρας καὶ Μαριάμ. ἡ δὲ Σαλώμη καὶ κατὰ τοῦ ἀνδρὸς ἑαυτῆς λόγον εἰσῆγεν ὡς μιγνυμένου τῇ Μαριάμ· ουτος δ' ην ̓Ιωσὴφ ὁ τῶν τῆς βασιλείας πραγμάτων ἐπίτροπος. ελεγε δὲ ταῦτα ἐκ πλείονος αὐτῇ χαλεπαίνουσα οτι τὴν αὐτῶν δυσγένειαν ἐξωνείδιζεν. ̔Ηρώδης δὲ εὐθὺς ἐταράττετο, καὶ ζηλοτυπῶν ἰδίᾳ τὴν Μαριὰμ ἀνέκρινεν. ἀπομνυμένης δ' ἐκείνης ἐχάλα τὴν ὀργήν, καὶ τοῦ ερωτος ηττητο, καὶ τὴν εἰς αὐτὴν ἐπιστοῦτο φιλοστοργίαν. ἡ δὲ οὐ στέργοντος ειπεν ειναι τὸ κἀμὲ ἀπολέσθαι ἐντείλασθαι, ει γέ σοι παρ' ̓Αντωνίου χαλεπόν τι ἐπενεχθῇ. ουτος ὁ λόγος ἐτάραξε τὸν ̔Ηρώδην, καὶ ἐβόα σαφῶς ἐκ τούτου πεφωρᾶσθαι τὸν τοῦ ̓Ιωσὴφ πρὸς αὐτὴν ερωτα. οὐ γὰρ αν ἐξεῖπεν, ελεγε, τὸ ἀπόρρητον, μὴ μεγάλης συναψάσης αὐτοὺς διαθέσεως. καὶ ἀπέκτεινεν αν τὴν γυναῖκα αὐτίκα, εἰ μὴ τῷ αὐτῆς ἐδεδούλωτο ερωτι. 1.368 τὸν ̓Ιωσὴφ δὲ μηδ' εἰς οψιν αὐτοῦ ἀγαγὼν προσέταξε διαχρήσασθαι, καὶ τὴν ̓Αλεξάνδραν ὡς ἁπάντων αἰτίαν δήσας ἐφύλαττεν. ̓Αντώνιος δὲ τῷ Κλεοπάτρας ερωτι, μᾶλλον δὲ φαρμακείαις διεφθαρμένος, ταῖς ἐκείνης θελήσεσιν ἐδεδούλωτο. η τὸν μὲν ἀδελφόν, ῳ ἡ βασιλεία διέφερε, φαρμάκῳ διέφθειρε, τὴν δ' ἀδελφὴν ̓Αρσινόην δι' ̓Αντωνίου ἀπέκτεινε· τὸν μέντοι ̓Αντώνιον ἐβιάζετο τὴν ̓Ιουδαίαν αὐτῇ καὶ τὴν ̓Αραβίαν προσνεῖμαι. ὁ δὲ τὸ προφανὲς τῆς ἀδικίας δυσωπούμενος, ἐκείνῃ τε χαρίζεσθαι διὰ τοὺς ερωτας καὶ τὰς γοητείας ἀναγκαζόμενος, ἐξ ἑκατέρων τῶν χωρῶν μέρη ἀποτεμόμενος, τούτοις αὐτῆς τὴν ἀπληστίαν παρεμυθήσατο. ὁ μὲν ουν ̓Αντώνιος εἰς ̓Αρμενίαν ἐστράτευσεν, ἡ δὲ ὑποστρέφουσα εἰς τὴν ̓Ιουδαίαν ἐγένετο, συντυχόντος αὐτῇ τοῦ ̔Ηρώδου. συνηθείας δὲ αὐτῇ πρὸς ̔Ηρώδην γενομένης προσεκαλεῖτο αὐτὸν εἰς εὐνήν, ἀκρατῶς πρὸς μίξιν διακειμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς ἐκεῖνον ἐρωτικόν, η τὸ πιθανώτερον, ἀρχὴν ἐνέδρας τὴν ἐπ' αὐτῇ ὁμιλίαν κατὰ τοῦ ἀνδρὸς συσκευάζουσα. ̔Ηρώδης δὲ τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, δωρεαῖς δὲ θεραπεύσας ἐπ' Αιγυπτον προύπεμψεν. ̔Εβδόμου δὲ ηδη ετους ̔Ηρώδου τῆς βασιλείας ἐνεστηκότος ἐσείσθη τῶν ̓Ιουδαίων ἡ γῆ ὡς οὐκ αλλοτε, καὶ τῶν τε κτηνῶν φθορὰ πολλὴ γέγονε καὶ τῶν ἀνθρώπων ὡσεὶ τρισμύριοι ἐν ταῖς καταπεπτωκυίαις οἰκίαις συγκατεχώσθησαν. τοὺς φόρους δὲ τῶν ἀπονεμηθεισῶν τῇ Κλεοπάτρᾳ χωρῶν ἐξ ̓Αραβίας καὶ ̓Ιουδαίας ̔Ηρώδου μισθωσαμένου, ὁ Αραψπερὶ τὴν τοῦ δασμοῦ καταβολὴν ἠγνωμόνει. εγνω ουν ὁ βασιλεὺς χωρῆσαι κατὰ τοῦ Αραβος, καὶ ὑπ' 1.369 ̓Αντωνίου τοῦτο ἐπιτραπείς, καὶ συμβαλὼν πολλάκις τελευταῖον νικᾷ, καὶ προστατεῖν τοῦ εθνους ὑπὸ τῶν ̓Αράβων ᾑρέθη. καὶ ὑπέστρεφεν εἰς τὰ οἰκεῖα, μέγα διὰ τὰ ἀνδραγαθήματα κτησάμενος ονομα καὶ φρονήματος εμπλεως. Αρτι δὲ Καίσαρος τὸν ̓Αντώνιον ἐν ̓Ακτίῳ μάχῃ νικήσαντος ̔Ηρώδῃ τὰ πράγματα τεθορύβητο η ἀπέγνωστο τέλεον. οὐ γὰρ ην ἐλπίς, τοσαύτης αὐτῷ πρὸς ̓Αντώνιον φιλίας