146
Εγγυοσ. ὁ ἐγγυητής. ̓Εγγύθετοσ. ὁ προσεδρεύων τόπος. ̓Εγγλωττογάστωρ. ὁ ἐκ τοῦ λέγειν ζῶν. πεποίηται ἡ λέξις παρὰ τὸ διὰ γλώσσης καὶ διὰ λόγων τρέφεσθαι. Εγγονοσ. ὁ υἱός. εκγονος δὲ ὁ τοῦ υἱοῦ υἱός. καὶ Ομηρος· υἱός θ' υἱωνός τε ∆ιὸς νεφεληγερέταο. ̓Εγήγαρτος καὶ ἐγήχαρτοσ. ὁ ἐπίχαρις. epsilon.597 ̓Εγκέφαλοσ. παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ καὶ τὸ κέρας· η παρὰ τὸ ἐγκεῖσθαι τὰ φάη. η ἐγκράνιος διὰ τὸ ἐγκεῖσθαι ἰδιώτερον τῷ κρανίῳ. ̓Εγκρυφίασ. ὁ ἐν σποδιᾷ γενόμενος αρτος. * ̓Εγκτόσ. ὁ ζωγράφος.* ̓Εγκρατήσ. ὁ ταῖς φαύλαις ἐπιθυμίαις λόγῳ μὴ ἀκολουθῶν. ἐγκρατὴς λέγεται οὐ κατ' ἀπάθειαν, ἀλλὰ διὰ τὸ πάσχειν μὲν, μὴ αγεσθαι δὲ ὑπὸ τῶν παθῶν. καὶ ἐγκρατὴς καὶ ἐπικρατέστερος. ̓Εγκαρσίχολοι. ὀξύχολοι. κεκραμένην χολὴν ἐν τῇ κεφαλῇ εχοντες. οἱ γὰρ ἰχθύες ἐπὶ τὴν κεφαλὴν τὴν χολὴν εχουσιν. ἐκ τοῦ ῥητορικοῦ ἡ λέξις. ̓Εγκυσίχωλοσ. ειρηται παρὰ τὸν κύσον. ὁ ἀπὸ τοῦ κύσου χωλὸς, καὶ τῆς κοτύλης. κύσον γὰρ εἰώθασιν οἱ κωμικοὶ καὶ τὸν πρωκτὸν καepsilon.598 λεῖν, περὶ ον ἡ κοτύλη εστι. ἐκ τοῦ ῥητορικοῦ ἡ λέξις. ̓Εγκάθετοσ. κατάσκοπος, ὁ ἐνεδρευτής. Εγκριτοσ. ἐκλελεγμένος. ̓Εγκοπεύσ. τὸ ἐργαλεῖον. ̓Εγκέλευστοι. μετὰ προστάξεως. οἱ δὲ ὑπὸ Κύρου ἐγκέλευστοι. ̓Εγκταί. οἱ διαγράφοντες τοὺς τοίχους ζωγράφοι. ̓Εγχέσπαλοι. πολεμικοί. εσειον γὰρ τοὺς κοντοὺς πρὸ τῆς ἀφέσεως, μήποτε αρα ειεν κλασθέντες. ̓Εγχεσίμωροσ. πολεμιστής. ὁ κακοπαθῶν τῷ εγχει καὶ τῷ δόρατι. ̓Εγχειγάστωρ. ὁ διὰ τοῦ δόρατος ζῶν. ̓Εγχείμαργοσ. πολεμικὸς, ὁ μαινόμενος τῷ δόρατι. ̓Εγχειρογάστορεσ. οἱ ἀπὸ χειρῶν ζῶντες. epsilon.599 Εγγυοσ. μεσίτης. ̓Απόστολος· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν εγγυος ̓Ιησοῦς. (Θηλυκόν.) ̓Εγγαστρίμυθοι. αυται γυναῖκες ησαν, αιτινες τὰς τῶν θνησκόντων ψυχὰς ἐξεκαλοῦντο. μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαοὺλ, ητις ἐξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου. Εγγειον. χέρσον, ξηράν. ̓Εγγρεκύδοιμοσ. ἡ ἐγείρουσα κύδοιμον καὶ θόρυβον τοῖς ἐναντίοις. ̓Εγγύη. ἡ ἀσφαλὴς ἀντιποίησις καὶ σταθηρά· η ἡ περὶ τινὸς ἀναδοχή. ἀπὸ τοῦ γῆ, γύη καὶ ἐγγύη· καὶ γὰρ ἡ γῆ τῶν αλλων στοιχείων παγιωτέρα. ̓Εγγυητή. γυνὴ ἡ μεμνηστευμένη. Προκόπιος· ἡ δὲ ἐγγυητὴ υστερον Βελισαρίῳ γυνὴ γέγονεν ηδη παίδων μήτηρ πολλῶν. ̓Εγγυθήκη. σκεῦός τι, πρὸς τὸ κρατῆρας η λέβητας η τὶ τοιοῦτον οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον ειναι. ̓Εγγώνιοσ. ἡ μὴ στρογγύλη καὶ μὴ αγαν περιφερής. ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ην ὑπὸ τῇ κλισίᾳ. ̓Εγκληματικαὶ δίκαι. αἱ εἰς τὴν οἰκείαν κατάστασιν τὸν κατηγορούμενον ζημιῶσαι, οιον εκπτωσιν ἱερωσύνης. epsilon.600 Εγκλητοσ. ἡ ἐπὶ σύνοδον παραίτησις. Εγκλισιν. ̓Αναξαγόρας φησίν· ωστε κατὰ κορυφὸν τῆς γῆς τὸν ἀεὶ φαινόμενον ειναι πόλον, υστερον δὲ τὴν εγκλισιν λαβεῖν· τουτέστι τὴν τροπήν. Εγκλισισ. βούλημα ψυχῆς διὰ φωνῆς σημαινόμενον. οιον· ὁριστικόν· προστακτικόν· ὑποτακτικόν· εὐκτικόν. ἡ γὰρ ἀπαρέμφατος οὐκ εστι κυρίως εγκλισις, ἀλλὰ καταχρηστικῶς διὰ τὸ μὴ εχειν πρόσωπα. ̓Εγκύκλιοσ. ἡ γραμματική· ἡ ποιητική· ἡ ῥητορική· ἡ φιλοσοφία· ἡ μαθηματική· καὶ ἁπλῶς πᾶσα τέχνη καὶ ἐπιστήμη, διὰ τὸ περιϊέναι ταῦτα τοὺς σοφοὺς ὡς διά τινος κύκλου. λέγεται δὲ καὶ ἡ ἐτήσιος χρημάτων δόσις. καὶ ἐγκυκλίας λειτουργίας, τὰ καθ' εκαστον ἐνιαυτόν. κύκλος γὰρ ὁ ἐνιαυτός· ἀπὸ τοῦ εἰσκυκλεῖσθαι τῇ τῶν ἡμερῶν περιόδῳ. ̓Εγκράτεια. ἡ τῶν κακῶν ἀποχή. η διάθεσις ἀνυπέρβατος τῶν κατ' ὀρθὸν λόγων. η εξις ἀήττητος ἡδονῶν. ἐγκράτεια δὲ σωφροσύνης διαφέρει. ἡ μὲν γὰρ σωφροσύνη ἠρεμαίας εχει τὰς ἐπιθυμίας· ἡ δὲ ἐγκράτεια σφοδράς. ̓Εγκρίσ. γλύκασμα ἐξ ἐλαίου ὑδαρές. Εγκρισισ. ἱερὸς ἀγών. epsilon.601 ̓Εγκοπή. ενεδρον. ἐμπόδιον. ̓Εγκονίδεσ. αἱ ὑπηρέτιδες. ἀπὸ τοῦ κονῶ τὸ ἐνεργῶ. τινὲς καὶ τὸ ἐγκόμαι λέγουσι τὸ αὐτὸ σημαίνειν. ̓Εγκαινίδεσ. μέρος τὶ τοῦ πλοίου. ξύλα ἰθυτενῆ, καθάπου ζυγά. καὶ ἐγκαινίδας υπερθεν κατὰ τὸ ἐγκάρσιον ἐνθέντες. ̓Εγκύμονοσ. ἐγκύου ουσης. καὶ εγκυος γυνή. Εγχελυσ. τὸ ἑνικόν. τὸ δὲ πληθυντικὸν ἐγχέλυες, παρὰ τοῖς ̓Αττικοῖς ἐγχέλεις. ̓Αριστοφάνης· ωσπερ οἱ τὰς