πέρατα τοῦ κόσμου, ὑφ' ὧν δυνάστας καὶ σοφοὺς καὶ βασιλεῖς καθεῖλε. ἐκ τούτων γὰρ τῶν ἀγενῶν καὶ τῶν τῆς κάτω τύχης καὶ τῶν δοκούντων ἀτελῶν καὶ πάνυ πενεστάτων τὸ ἱερὸν ἀνέδειξεν χορὸν τῶν ἀποστόλων, Πέτρον, Ἀνδρέαν, Φίλιππον, Θωμᾶν, Βαρθολομαῖον, Παῦλον, Ματθαῖον καὶ Λουκᾶν, Ἰάκωβον καὶ Μάρκον, καὶ Ἰωάννην τὸν πολὺν καὶ Σίμων καὶ Ματθίαν. κυροῖ δὲ τὰ λεγόμενα Παῦλος ὁ τούων πρῶτος· «τὰ δυσγενῆ τοῦ κόσμου» γὰρ φησὶ «καὶ τὰ μὴ ὄντα ὁ θεὸς ἐξελέξατο», καὶ βλέπε τίνος χάριν· «ἵνα» φησὶ «τοὺς ὑψηλοὺς καὶ σοφοὺς καταισχύνῃ.» Μία γὰρ οὖσα σύμπασα τῶν γηγενῶν ἡ φύσις, ἐκ ψυχῆς τε καὶ σώματος ὁμοῦ συνισταμένη, ἓν γένος ὑποδείκνυσι τὴν βρότειον οὐσίαν. οὐδ' ἔστι γὰρ εὑρεῖν ψυχῆς ἀνθρώπου φύσιν ἄλλην πλὴν ἐμφυσήματος ἐκτὸς ἔχειν τοῦ θειοτάτου· ἀλλ' ἓν σῶμα πεφύκαμεν ἐκ τοῦ χοὸς ὁρᾶσθαι. εἰ τοίνυν †αὕτης καὶ μικρὰν† βροτῶν ἡ πᾶσα φύσις, ἐκ τῆς πνοῆς τῆς ἄνωθεν καὶ τοῦ χοὸς τοῦ κάτω, οὐκ ἔστιν εὐγενέστερος ἢ δυσγενὴς ἐνταῦθα, οἱ δὲ δοκοῦντες εὐγενεῖς, ἔνδοξοι καὶ μεγάλοι, εἰ μὲν τὸν βίον κέκτηνται Χριστῷ κεκαθαρμένον καὶ ζῶσιν εὐαγγελικῶς, ἀμέμπτως καὶ δικαίως, ὄντως πανευγενέστατοι καὶ λαμπροὶ καὶ μεγάλοι· εἰ δέ γε πάθεσιν αἰσχροῖς ἀεὶ προσκυλινδοῦνται καὶ τἀναντία τοῦ Χριστοῦ διδάσκαλον εὑρῶσιν, μηδὲν ἑτέρους ἀγενεῖς ζητήσῃς παρὰ τούτους. Ἀλλὰ καὶ τοῦτ' ἂν ἡδέως ἐροίμην ἔγωγέ σε, ὅπερ προὐβάλετό ποτε Χριστὸς τοῖς Φαρισαίοις, εἰ μὴ πρὸς μῆκος ἔβλεπον ἐκτείνεσθαι τὸν λόγον. ὅμως γοῦν ἐρωτήσω σε, σὺ δ' ἀποκρίθητί μοι. τί σοι δοκεῖ περὶ Χριστοῦ; τίνος υἱὸς τυγχάνει; εἰ μὴ τὰ Νεστορίου γὰρ φρονεῖς, ἐρεῖς μοι πάντως ὅτι τοῦ ζῶντος πέφυκεν θεοῦ υἱὸς καὶ λόγος, τῆς αὐτῆς αὐτῷ τῷ πατρὶ συμπεφυκὼς οὐσίας. ἀλλ' οὗτος ὁ πανύμνητος, ὁ τῆς φιλευσπλαγχνίας, ὑπὸ πολλῆς κινούμενος τότε φιλανθρωπίας, ἐνανθρωπίσαι βουληθεὶς ἁγνῆς ἐξ ἀπειράνδρου καὶ τὴν ἐμὴν ἀνάπλασιν θέλων ἀνακαινίσαι, τοῖς κάτω συναναστραφεὶς ὁ πάντων ὑπεράνω, τοῦ Ἰωσὴφ τοῦ τέκτονος υἱὸς κατενομίσθη. τί φῇς πρὸς τοῦτο, δέσποτα, καὶ τί νῦν ἀποκρίνῃ; μεταβαλεῖς τὴν τοῦ Χριστοῦ κλῆσιν εἰς τὴν Ἑβραίων, πρωτορεμπῆς γενόμενος, Ἁβραχὰς λελεγμένος, καὶ δέχῃ τὴν περιτομὴν καὶ δέχῃ σαββατίζειν, καὶ λοιδορεῖς καὶ σὺ Χριστόν, καθὼς ἐκεῖνοι τότε, τοῦ Ἰωσὴφ τοῦ τέκτονος υἱὸν κατονομάζων; βαβαί σου τῆς λαμπρότητος, βαβαὶ τῆς εὐγενείας, ὡς ὅτι γε κατὰ Χριστοῦ τρανότερον ἐπήρθης, μηδὲ τὴν αἴγλην αἰδεσθεὶς τὴν ἄφραστον ἐκείνην, ἧσπέρ ποτε πρὸ τοῦ σταυροῦ τὸ κάλλος παρανοίξας τοὺς μαθητὰς ἐξέπληξεν ἐν ὄρει Θαβωρίῳ. Πρὸς τούτοις πᾶσι γίνωσκε καὶ τοῦτο περὶ πάντα, ὡς ὅτι πᾶσαν ἀρετὴν ἣν ἄν τις κατορθώσῃ μεθ' ὑψηλοῦ φρονήματος καὶ θράσους ἐπηρμένου οὐκ ἀρετὴ λογίζεται, κἂν πρώτη, κἂν ἐσχάτη, κἂν παρθενίαν, κἂν εὐχήν, κἂν ἐλεημοσύνην, κἂν ἐκ γαστρὸς ἐγκράτειαν, κἂν ποταμοὺς δακρύων, κἂν καταφρόνησιν πολλῶν κτημάτων καὶ χρημάτων τύχῃ τις κατορθούμενος, κἂν ἄλλο τι τοιοῦτον. καὶ πειθέτω τῆς τοῦ Χριστοῦ παραβολῆς ὁ λόγος, τὴν Φαρισαίου μὲν ὀφρῦν εἰς γῆν κατεσπακότος, τελώνου δὲ τὸ ταπεινὸν ἐπάραντος εἰς ὕψος. 68 Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν †πολιπιστικαὶ καὶ κονδικοί† Χρόνος πολὺς παρέδραμεν ἀφ' οὗπέρ σου τὸ γράμμα δεξάμενος ἀντιγραφὴν οὐκ ἀνταπέστειλά σοι. καὶ πάντως εἶχες μέμψασθαι τὴν ἡμῶν ἀγροικίαν, ἢ μᾶλλον φάναι βέλτιον τὴν πολλὴν ῥαθυμίαν ὡς καταφρόνησιν καλοῦ τοιούτου δεδρακότας. πλὴν δ' ὅμως ὡς οὐκ ἄξια λόγου τὰ γράμματά σου, ἐξ ὅτου πέπομφας αὐτὰ σῆς φρενὸς ἐλαφρίᾳ, ἔν τινι παρερρίφθησαν τῆς κέλλης μου γωνίᾳ καὶ λήθῃ παρεδόθησαν ἄχρι καὶ τοῦ παρόντος. νῦν δὲ πρὸς ζήτησιν ἐλθὼν πραγμάτων ἀναγκαίων καὶ ψηλαφῶν οὐκ οἶδα πῶς εὗρον τὰ γράμματά σου. ἅπερ λαβών, ὑπαναγνούς, κροτήσας δὲ τὰς χεῖρας μεγάλως κατεγέλασα τὴν σὴν ἀπαιδευσίαν, ἢ μᾶλλον τὴν ὑπερβολὴν τῆς ἄκρας εὐηθείας. Πῶς