146
ἐμοῦ." Ὕμνοις, φησὶ, τὸν εὐεργέτην ἀμείβομαι, καὶ τὴν προσευχήν μου δεξάμενον, καὶ τὸν ἔλεον δωρησά μενον. [Αὐτὸν γὰρ ἀνυμνεῖν διηνεκῶς τοῖς εἰς αὐ τὸν πιστεύουσι παρακελευόμενος οὐ παύεται.]
ΕΡΜΗΝ. ΤΟΥ Ξςʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ἐν ὕμνοις. ψαλμὸς ᾠδῆς τῷ ∆α βίδ." Οὗτος ὁ ψαλμὸς σαφῆ
τὴν διάνοιαν ἔχει, καὶ πολ λῶν λόγων εἰς ἑρμηνείαν οὐ δεῖται· προκηρύττει γὰρ τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώπησιν, καὶ τὴν σωτήριον ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν. βʹ. "Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς." Θεασάμενος ὁ Προφήτης τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην πᾶσιν ἀνθρώ ποις σωτηρίαν διὰ τῆς θείας ἐπιφανείας, ἱκετεύει ταύτην ὅτι τάχιστα παρασχεθῆναι, ἵνα τὴν ἐκ ταύτης φυομένην εὐλογίαν τρυγήσωμεν ἅπαντες· [λέγει δὲ ὅτι "Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς," καὶ οὐ τοῦτο μό νον ἀλλὰ καὶ εὐλογήσαι ἡμᾶς· τῷ ὄντι γὰρ, οὐ μό νον εὐλόγησεν, ἀλλὰ καὶ ἠλέησεν· σώσας ἡμᾶς διὰ τῆς ἐκ Παρθένου παρουσίας. Τοῦτο γὰρ λέγει, Ἐπι φάναι τὸ πρόσωπον αὑτοῦ ἐφ' ἡμᾶς. Εἴδομεν γὰρ αὐτὸν πρόσωπον πρὸς πρόσωπον· ἀλλ' ὅμως ἄνθρω πον γενόμενον· οὐχ ἕτερόν τινα φορέσαντα, ἀλλ' αὐ τὸν Θεὸν Λόγον ἀτρέπτως ἐκ Παρθένου γενόμενον εἴ δομεν.] Εἶτα διὰ τῶν ἐπαγομένων ταύτην ἡμᾶς δι δάσκει σαφέστερον. γʹ. "Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου." Ὥστε, φησὶ, καὶ τοὺς τὴν γῆν οἰκοῦντας τὴν πρὸς σὲ φέ ρουσαν ὁδὸν διδαχθῆναι, καὶ πρὸς αὐτὴν ποδηγη θῆναι. Καὶ ἵνα μή τις ὑπολάβῃ περὶ τῆς Ἰουδαίων ταῦτα λέγεσθαι γῆς, εἰκότως προστέθεικε, "Ἐν πᾶ σιν ἔθνεσι τὸ σωτήριόν σου." Ἱκετεύω, φησὶ, τὸ σὸν ἐπιφανῆναι πρόσωπον· ὥστε καταυγάσαι καὶ τὰ ἐν σκότῳ καθήμενα ἔθνη, καὶ πρὸς σωτη ρίαν ἑλκῦσαι. 80.1373 δʹ, εʹ. "Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφραν θήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη· ὅτι κρι νεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγή σεις." ∆ιά τοι τοῦτο προσήκει καὶ λαοὺς ἅπαντας, καὶ τὰ κατὰ τὴν οἰκουμένην ἔθνη, εὐφραίνεσθαι καὶ χορεύειν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι. Ἔγνω σαν γὰρ ὅτι οὐδὲν τῶν ὄντων ἀτημέλητον, οὐδὲ ἀκηδεμόνευτον· ἀλλὰ πάντων ὑπάρχεις κριτὴς, δικαίας ἐκφέρων τὰς ψήφους· καὶ ὁδηγῶν μὲν τοὺς πλανωμένους πρὸς τὴν ἀλήθειαν, τοὺς δὲ πεί θεσθαι μὴ βουλομένους κολάζων. ʹ. "Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξ ομολογησάσθωσάν σοι λαοὶ πάντες." Οὐχ ἁπλῶς τὴν ταυτολογίαν τέθεικεν· ἀλλὰ προθυμοτέρους τοὺς ἀκούοντας ἐργαζόμενος, [καὶ δεικνὺς, ὅτι αὐτός ἐστι Θεὸς καὶ Σωτὴρ ἁπάντων.] ζʹ. Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς." Οὐκ ἔτι γὰρ ἀγνοοῦσιν οἱ ἐξ αὐτῆς τὸν ἐπὶ πάντων Θεόν· ὃς, κατὰ τὸν Προφήτην, "ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης· μετὰ τοῦτο ἐπὶ γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώ ποις συνανεστράφη·" οὗ δὴ χάριν, τὸν ἥδιστον αὐ τῷ προσφέρουσι τῆς εὐσεβείας καρπόν. "Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν. [ηʹ.] Εὐλογήσαι ἡμᾶς." Ὥσπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐζήτησεν. Εἰδέναι μέντοι προσήκει, ὡς εὐλογοῦν τες ἄνθρωποι τὸν Θεὸν, λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται· ὁ δὲ Θεὸς εὐλογῶν, βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογουμένοις φοράν. Εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν. "Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς." Ὁ μὲν γὰρ εὐλαβῶς περὶ τοὺς θείους διακείμενος νόμους, καὶ τὸ μέλλον δειμαίνων κρι τήριον, διὰ τῆς τούτων φυλακῆς τὸν Θεὸν θεραπεύει· ἡ δὲ θεία θεραπεία τὴν εὐλογίαν προσφέρει. Καὶ αὐτὸ τοίνυν τὸ τέλος οὐκ Ἰουδαίοις, ἀλλὰ πᾶσιν ἀν θρώποις τὸν θεῖον ἔχειν εἰσηγήσατο φόβον· καὶ παι δεύει ὡς αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ τὴν σωτηρίαν τῶν πιστευόντων πραγματευσάμενος. Αἰσχυνέ σθωσαν οἱ δυσσεβοῦντες αἱρετικοὶ, καὶ μὴ ὁμολογοῦν τες αὐτὸν Θεὸν ἐκ Θεοῦ, τὸν μονογενῆ τῷ Πατρὶ Υἱὸν