146
θανάτου ἐσμέν. ἁλιεύων ἡλιεύθης ὑπὸ Κυρίου εἰς τὸ ἅγιον σχῆμα· οὕτως εἰσαεὶ ἔστω σου ἡ ἄγρα ἐν τῷ ἀγρεύεσθαί σε ὑπὸ θεοῦ εἰς τὰ καλά. ὁρῶν τὸν βυθὸν θαύμαζε τὸν ποιητήν σου θεόν, ἀγρεύων τὸν ἰχθὺν δόξαζέ σου τὸν τροφοδότην Κύριον, πιπράσκων διὰ χρείαν μοναχικῶς, ἀλλ' οὐ κοσμικῶς· πλέκων τὴν ὁρμαίαν συμπλέκοις μου ἀγαθοὺς λογισμούς. ψαλμὸν ἔχεις, ᾠδὴν ἔχεις, μελῳδίαν ἔχεις. ἐν τῷ ἐσθίειν τὸ ἀπρόσκοπον, ἐν τῷ πίνειν τὸ σύμμετρον, ἐν τῷ κοιμᾶσθαι τὸ αὔταρκες· πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω, ἵνα δοξάζηται ὁ Κύριος ὑπὸ τῶν ὁρώντων ὑμᾶς. σκοπεῖτε καὶ τὸν πειρασμόν, μήπως καὶ συλληφθῆτε· διὸ οὐκ ἀμεριμνεῖν χρὴ οὐδὲ ἀδιαφόρως ζῆν, ἀλλὰ σὺν φόβῳ καὶ ἐγρηγορήσει ἐλπίδι τε θεοῦ εἰς τὸ ἐνεγκεῖν πάντα ὑπὲρ Χριστοῦ. Ναί, τέκνον μου, παρακαλῶ σε οὕτω πορεύεσθαι. στήριζε τοὺς μετὰ σοῦ, ὑπομίμνησκε φοβεῖσθαι καὶ τρέμειν θεὸν καὶ μηδὲν ποιεῖν κακόν, ὡς κατ' ὀφθαλμοὺς αὐτοῦ παρόντων ἡμῶν ἀεί, ὅπερ ἀληθές. ἀπεδεξάμην σου τοὺς ἰχθῦς ἐξ ἔργων τῶν εὐλογημένων χειρῶν σου. εὐλογήσειεν Κύριος τὴν ἄγραν σου. προσειπὲ τὸν ἀδελφὸν Θεοφύλακτον καὶ εἴ τινα ἄλλον πιστόν· οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε πεποθημένως. 209 {1Νείλῳ τέκνῳ}1 Προσαγορεύω σε, ὦ τέκνον μου ἀγαπητὸν Νεῖλε· ἀπεδεξάμην σου τὴν εὐλογίαν, τοὺς ἰχθύας. τί σοι ἀνταποδοίην, ὅτι καὶ πάλιν μου ἐμνήσθης ἐκ τοῦ κόπου τῶν χειρῶν σου; οὐδὲν ἄλλο ἢ εὐχήν μου ἁμαρτωλήν· καί γε παράσχοι ὁ Κύριος τὸν φόβον αὐτοῦ πλειοτέρως ἐν καρδίᾳ σου, ἵνα κἄν τε ἐν γῇ κἄν τε ἐν θαλάσσῃ αὐτὸν ἀναπνῇς, αὐτῷ δουλεύῃς. οἶδας γάρ, τέκνον, ὅτι θνητοί ἐσμεν πάντες, μικρὸν ὕστερον ἐκβαίνοντες τοῦδε τοῦ σαρκίου, λόγον ὑφέξοντες περὶ ὅλου τοῦ βίου ἡμῶν μέχρι καὶ λόγου καὶ παροράματος, μέχρι ἐνθυμήσεως· καὶ τί λέγω; καὶ ἀκουσίων καὶ τῶν ἐν ἀγνοίᾳ δώσειν ἡμᾶς λόγον ἐπήγγελται τῷ Κυρίῳ. ποταποὺς δεῖ ἡμᾶς λοιπὸν εἶναι; ἐμφόβους καὶ ἐντρόμους, εὐαπολογήτους· φοβερὸν γὰρ τὸ κριτήριον τῆς διαγνώσεως. πῦρ ἄσβεστον ἔνθεν, κἀκεῖθεν βασιλεία οὐρανῶν, τὸ μὲν τοῖς ἁμαρτωλοῖς καὶ παρακρούσασι τὰς ἐντολὰς τοῦ Κυρίου, ἡ δὲ τοῖς νομοφύλαξι. ∆ιὰ τοῦτο παρακαλῶ ὁσίως σε βιοῦν, καθαρῶς, ἐνώπιον εἶ θεοῦ· κἂν δίκτυον ἀνακαθαίρῃς, κἂν ἄγκιστρον βάλλῃς, κἂν ἰχθὺν ἀνέλκῃς, πάντα εἰς δόξαν θεοῦ, τέκνον. μὴ ὡς οἱ λαϊκοὶ ἡμεῖς οἱ σταυρόκοσμοι μήτε ἀγρεύοντες μήτε πιπράσκοντες, ἀλλὰ ἀποστολικῶς, ὧν καὶ τὸ χειροτέχνημα. ὑπέμνησα ἐκ πόνου, ἐκ φόβου· ἐὰν γὰρ μὴ διαστείλωμαι, οὐαί μοι. ναί, υἱέ μου ἠγαπημένε, μνήσθητι τοῦ εὐεργέτου σου θεοῦ, ποῦ ἦς ποτε καὶ πῶς, καὶ νῦν τίς εἶ καὶ ἐν ποίᾳ δόξῃ· δόξασον τὸν θεὸν ἐν τῷ βίῳ σου, ἵνα καὶ ὁ θεός σε δοξάσῃ εἰς αἰῶνας. Σοὶ μὲν παρ' ἐμοὶ ταῦτα, πρὸς δὲ τὴν συνοδίαν σου αὐτὸς ἀντὶ ἐμοῦ γενοῦ, στηρίζων καὶ νουθετῶν τὰ αὐτά, καὶ ἡ εἰρήνη τοῦ Κυρίου βραβεύσειεν ὑμᾶς ἐν ὁμονοίᾳ. προσεύχου καὶ αὐτὸς περὶ τῆς ταπεινώσεώς μου· προσαγορεύουσίν σε οἱ ἀδελφοί σου. 210 {1Ἀνεπίγραφοσ}1 Μανθάνω σε, ὦ μακαριώτατέ μου πάτερ, εἱργμένον εἶναι καὶ οἷον ὡς καμίνῳ πυρὸς δοκιμαζόμενον ὑπὸ τῶν ἀσεβούντων. καὶ εἴθε μοι ἦν δυνατὸν καταλαβεῖν τὸ κατέχον σε φρουρεῖον, ὡς ἂν ἠσπασάμην τὴν ἐμοὶ ἱερὰν καὶ σεβασμίαν κεφαλήν, ᾄσας σοι αἰνέσεως ῥήματα, ὅτι διὰ Χριστὸν βασανίζῃ, λιμώττεις, διψεῖς, στενοχωρούμενος, ὑπωπιαζόμενος, ταλαιπωρούμενος, τάχα καὶ τὸν ἀέρα ἀναπνεῖν οὐκ ἐλευθερίως ἔχων· ἐῶ λέγειν ὀνειδισμούς, μυκτηρισμούς, ἀπειλάς, ὅσα ἄλλα καὶ φυλακὴ φέρει καὶ οἱ κακοῦντες εἰώθασι πράττειν. διὰ ταῦτα πάντα ἀλγύνομαι ὁ ταπεινὸς ἐπὶ τῇ σῇ ἁγιωσύνῃ, ἀγωνιῶ, σφαδάζω, στοναχίζω, τὴν καρτερίαν σοι προσευχόμενος ὡς ἁμαρτωλός, τὴν ἀναψυχήν, τὴν τοῦ ἀγῶνος τελείωσιν· καί γε πιστεύω ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν τὸ μαρτύριον τῆς ὁμολογίας αὐτοῦ καὶ ἐπιτελέσειεν εἰς δόξαν τοῦ κράτους αὐτοῦ, εἰς ἔπαινον τῆς ἐκκλησίας αὐτοῦ, εἰς καύχημα ἡμῶν τῶν ἐλαχίστων καὶ ἀδρανῶν. πάντες ἡμῶν εἰς ὑμᾶς ἀποβλέπομεν,