146
νέαν στρατείαν. τούτους δὲ γυμνάζειν ἤρξατο καὶ τὰ πολεμικὰ ἔργα ἐξεπαίδευσεν. διχῇ γὰρ διελὼν τὸν στρατὸν παρατάξεις τε καὶ συμβολὰς πρὸς ἀλλήλους ἀναιμωτὶ ποιήσασθαι ἐκέλευσεν, κραυγήν τε πολεμικὴν καὶ παιᾶνας καὶ ἀλαλαγμὸν καὶ διέγερσιν ἔχειν τούτους ἐδίδασκεν, ἵνα, κἂν ἐν πολέμοις εὑρίσκωνται, μὴ ξενίζωνται, ἀλλὰ θαρροῦντες ὡς εἰς παίγνιον κατὰ τῶν ἐχθρῶν χωρήσωσιν. λαβὼν δὲ ὁ βασιλεὺς ἐν χερσὶ τὴν θεανδρικὴν μορφήν, ἣν χεῖρες οὐκ ἔγραψαν, ἀλλ' οἵαν ἐν εἰκόνι ὁ πάντα μορφῶν καὶ διαπλάττων λόγος ἄνευ γραφῆς μόρφωσιν, ὡς ἄνευ σπορᾶς κύησιν ἤνεγκεν, καὶ τούτῳ πεποιθὼς τῷ θεογράφῳ τύπῳ ἀπήρξατο τῶν ἀγώνων, πιστὰ δοὺς τῷ λαῷ, ὡς σὺν αὐτοῖς μέχρι θανάτου ἀγωνίσηται καὶ ὡς τέκνοις οἰκείοις τούτοις συναρμόσηται. ἐβούλετο γὰρ τὴν ἐξουσίαν οὐ φόβῳ, ὅσον ἐν πόθῳ ἔχειν. εὑρὼν δὲ τὸν στρατὸν εἰς ῥαθυμίαν πολλὴν καὶ δειλίαν, ἀταξίαν τε καὶ ἀκοσμίαν καθεστῶτα καὶ εἰς πολλὰ τῆς γῆς μέρη ἐσπαρμένον συντόμως πάντας εἰς ἓν συνήγαγεν. καὶ πάντες ὡς ἐκ μιᾶς συμφωνίας ὕμνησαν τὸ κράτος καὶ τὴν ἀνδρείαν τοῦ βασιλέως. αὐτὸς δὲ τοῖς λόγοις τούτους ἐπιρρωννύων ἔλεγεν· "ὁρᾶτε, ἀδελφοὶ καὶ τέκνα, ὡς οἱ ἐχθροὶ τοῦ θεοῦ κατεπάτησαν ἡμῶν τὴν χώραν καὶ τὰς πόλεις ἠρήμωσαν καὶ τὰ θυσιαστήρια κατ304 έκαυσαν καὶ τὰς τραπέζας τῶν ἀναιμάκτων θυσιῶν αἱμάτων μιαιφόνων ἐπλήρωσαν, καὶ τὰς ἀδέκτους τῶν παθῶν ἐκκλησίας ἐν ἡδοναῖς χραίνουσιν ἐμπαθεστάταις." πάλιν δὲ τὸν λαὸν πρὸς γυμνασίαν πολεμικὴν ὥπλιζε τάξεις δύο ἐνόπλους ποιησάμενος, σάλπιγγές τε καὶ φάλαγγες ἀσπίδων, καὶ λαὸς τεθωρακισμένος ἵστατο. ἐπεὶ δὲ ἀσφαλῶς συνέστησαν τὰ τάγματα, συμβαλεῖν ἀλλήλοις ἐκέλευσεν, ὠθισμοί τε βίαιοι καὶ συγκρούσματα πρὸς ἀλλήλους ἐγίνοντο, καὶ σχηματισμὸς πολέμου ἐδείκνυτο. καὶ ἦν ἰδεῖν φρικτὸν θέαμα φόβου χωρὶς κινδύνων, καὶ πρὸς φόνους συννεύσεις αἱμάτων δίχα, καὶ πρὸ τῆς ἀνάγκης τῆς ἀνάγκης τοὺς τρόπους, ὅπως ἕκαστος ἐκ τῆς ἀκινδύνου σφαγῆς λαβὼν ἀφορμὰς ἀσφαλέστερος μένῃ. οὕτω δὲ καθοπλίσας πάντας παρήγγειλεν ἀδικίας ἀπέχεσθαι καὶ εὐσεβείας ἀντέχεσθαι. παραγενόμενος δὲ ἐπὶ τὰ μέρη Ἀρμενίας προτρέχειν ἐκέλευσεν ἐπιλέκτους· τῶν δὲ Σαρακηνῶν τότε ὑπὸ πάκτων ὄντων τῶν Περσῶν πλῆθος ἱππέων λάθρα ἐπιπεσεῖν τῷ βασιλεῖ διενοεῖτο. οἱ δὲ προτρέχοντες τοῦ βασιλέως τούτοις συναντήσαντες τόν τε στρατηγὸν αὐτῶν δεσμώτην ἤγαγον πρὸς Ἡράκλειον καὶ τούτους τρεψάμενοι πολλοὺς ἀνεῖλον. ἐπεὶ δὲ χειμὼν κατέλαβεν, ἀποκλίνας ὁ βασιλεὺς πρὸς τὸ Πόντιον κλίμα, ἔδοξε τοῖς βαρβάροις ἐν τούτῳ αὐτὸν παραχειμάζοντα πολιορκεῖν. λαθὼν δὲ τοὺς Πέρσας καὶ ἐπιστραφεὶς εἰς τὴν Περσίδα εἰσβάλλει. τοῦτο μαθόντες οἱ βάρβαροι εἰς ῥᾳθυμίαν ἦλθον τῷ ἀπροσδοκήτῳ τῆς τούτου εἰσόδου. ὁ δὲ Σάρβαρος, ὁ τῶν Περσῶν στρατηγός, λαβὼν τὴν ἑαυτοῦ δύναμιν ἦλθεν ἐν Κιλικίᾳ, ὅπως ἐπὶ Ῥωμανίαν ἐξελθὼν τοῦτον περιτρέψῃ. φοβηθεὶς δέ, μὴ διὰ τῆς Ἀρμενίας εἰς τὴν Περσίδα ὁ βασιλεὺς εἰσβαλὼν ταύτην ταράξῃ, οὐκ εἶχε τὸν ἑαυτοῦ λογισμὸν βεβηκότα, ὅ τι δράσῃ. ὅμως ἠναγκάσθη ἀκολουθεῖν ὀπίσω τοῦ Ῥωμαϊκοῦ 305 στρατοῦ, κλέψαι μεριμνῶν τὸν πόλεμον καὶ διὰ νυκτὸς ἀφεγγοῦς τούτοις προσβαλεῖν. πανσελήνου δὲ οὔσης τῆς νυκτός, ἀπεκρούσθη τοῦ σκέμματος, καὶ τὴν πρὶν σεβασμίαν αὐτῷ ἐδυσφήμει σελήνην. ἡ δὲ σελήνη ὑπέστη κατ' αὐτὴν τὴν νύκτα ἐκ τοῦ συμβεβηκότος. ἐκ τούτου ἐδειλία ὁ Σάρβαρος προσβαλεῖν τῷ βασιλεῖ καὶ τὰ ὄρη κατέλαβεν ὡς αἱ δορκάδες ὁρῶν τὴν καλλίτεχνον καὶ σοφὴν στρατηγίαν ἀφ' ὕψους τῶν Ῥωμαίων. γνοὺς δὲ ὁ βασιλεὺς τὴν τούτου δειλίαν, θαρρῶν ἐν τόποις ηὐλίζετο ἀναπαύσεως πλήρεσιν, ἐρεθίζων τοῦτον πρὸς πόλεμον. κατερχόμενοι δὲ λάθρα τοῦ ὄρους πολλάκις συμπλοκὰς μερικὰς ἐποιοῦντο, καὶ ἐν παντὶ οἱ Ῥωμαῖοι ἐπροτέρευον, καὶ θάρσος ἐπὶ πλεῖον ὁ στρατὸς ἐλάμβανεν, ὁρῶντες τὸν βασιλέα παντὶ προπηδῶντα καὶ εὐτόλμως πολεμοῦντα. Πέρσης δέ τις πρὸ ὀλίγου χρόνου