1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

147

βὴς τοῦτο μόνον βεβαιοῖς ὅτι ἔστιν. ταῦτα δὲ μηχανώμενος σεαυτὸν ἀπατᾷς, οὐκ εἰδὼς ὅτι εἰ βλασφημία ἐστὶν περὶ πονηροῦ ἀκριβοῦν, ἡ αἰτία περὶ ἐμὲ τὸν κατήγορον τυγχάνει, οὐ περὶ σὲ τὸν συνηγοροῦντα τῷ θεῷ. καὶ εἰ ἄγραφόν ἐστιν τὸ ζητούμενον καὶ διὰ τοῦτο ζητεῖν οὐ θέλεις, εἰσίν τινες ὁδοὶ ἱκαναί, δυνάμεναι οὐχ ἧττον γραφῶν δεῖξαι τὰ ζητούμενα. αὐτίκα γοῦν οὐκ ἀνάγκη τὸν πονηρόν (ὃν καὶ σὺ φὴς ὑπάρχειν) ἢ γενητὸν εἶναι ἢ ἀγένητον; καὶ ὁ Πέτρος ἔφη· Ἀνάγκη. καὶ ὁ Σίμων· Oὐκοῦν εἰ γενητός ἐστιν, ὑπ' αὐτοῦ τοῦ τὰ πάντα πεποιηκότος γέγονεν θεοῦ, ἢ ὡς ζῷον γεννηθεὶς ἢ οὐσιωδῶς προβληθεὶς καὶ ἔξω τῇ κράσει συμ βεβηκώς. εἰ γὰρ ἐκτὸς ἦν αὐτοῦ ἡ ὕλη ἔμψυχος οὖσα ἢ ἄψυχος, ὅθεν γέγονεν, ἢ δι' αὐτοῦ τοῦ θεοῦ ἢ ἀφ' ἑαυτοῦ ἢ καὶ ἐξ οὐκ ὄντων συμ- βέβηκεν, τῶν πρὸς τί ἐστιν ἢ αἰεὶ ἦν. πάσης οὖν ὁδοῦ ὡς οἶμαι ἐνταῦθα διῃρημένης πρὸς τὴν εὕρεσιν αὐτοῦ, ἀνάγκη μιᾷ τινι αὐτῶν ὁδεύουσιν εὑρετὸν αὐτὸν εἶναι· ἑκάστην οὖν ὁδεῦσαι δεῖ ζητοῦντα γένεσιν καὶ εὑρόντα τὸν αἴτιον ὑπὸ μέμψιν αὐτὸν εἶναι νοεῖν. ἦ γάρ; πῶς σοὶ δοκεῖ; Καὶ ὁ Πέτρος· Ἐμοὶ δοκεῖ, ἐὰν ὑπὸ τοῦ θεοῦ φανῇ γεγονώς, μήπω δεῖν τὸν ποιήσαντα ὑπὸ μέμψιν εἶναι, μήπως τὸ χρήσιμον αὐτοῦ πάντων ἀναγκαιότερον εὑρεθείη· εἰ δὲ καὶ μὴ γεγονὼς ἀποδειχθείη ὡς αἰεὶ ὤν, οὐδὲ ἐν τούτῳ ὁ δημιουργὸς μεμπτός, ἐπεὶ τῶν ὅλων ἐστὶν ὁ κρείττων, εἰ καὶ ἀνάρχῳ ἀρχῇ τέλος ἐπιθεῖναι διὰ τὸ μὴ φύσιν ἔχειν οὐ δεδύνηται, ἢ δυνατὸς ὢν οὐκ ἀναιρεῖ αὐτόν, ἄδικον κρίνας ἀρχὴν μὴ εἰληφότι τέλος ἐπιθεῖναι, καὶ κακῷ πεφυκότι συγγνῶναι διὰ τὸ ἄλλο τι γενέσθαι μὴ δύνασθαι, καὶ εἰ τοῦ γενέσθαι τὸ ἐπιθυμεῖν ἔχοι. εἰ δὲ ἀγαθὸν ποιῆσαι θέλων μὴ δύναιτο, καὶ οὕτως ἀγαθός ἐστιν, ὅτι θέλει μέν, οὐ δύναται δέ· καὶ ἐν ᾧ ἀδυνατεῖ πάντων ἐστὶ δυνατώτατος, ὅτι μὴ ἑτέρῳ τὸ δυνατὸν καταλεί- πεται. εἰ δὲ ἔστιν τις ἕτερος δυνατὸς καὶ μὴ κατορθῶν, ἐν ᾧ δυνατὸς ὢν μὴ κατορθοῖ, πονηρὸς ὢν ὡμολόγηται, μὴ παύων αὐτὸν ὡς τοῖς ὑπ' αὐτοῦ γινομένοις ἡδόμενος. εἰ δὲ οὐδὲ αὐτὸς δύναται, κρείττων ὁ πρὸς τῷ ἀδυνατεῖν κατὰ τὸ δυνατὸν ἡμᾶς εὐεργετεῖν οὐκ ὀκνῶν. καὶ ὁ Σίμων· Ὅταν εἰς ἕκαστον ὧν προέτεινα διαλεχθείς σοι τῆς κακίας τὸν αἴτιον δείξω, τότε σοι καὶ πρὸς ἃ εἴρηκας ἀποκρινοῦμαι καὶ ὃν φὴς θεὸν ἄμεμπτον ὑπὸ μέμψιν εἶναι ἀποδείξω. καὶ ὁ Πέτρος· Ἐπειδὴ ἀφ' ὧν ἀπ' ἀρχῆς φθέγγῃ συννοῶ σε μηδὲν ἕτερον σπουδάζοντα ἢ ὡς κα- κίας ἡγεμόνα τὸν θεὸν ὑποβάλλειν μέμψει, προῄρημαι πάσαις αἷς βούλῃ ὁδοῖς συνοδεύων δεῖξαι θεὸν πάσης μέμψεως ἐκτὸς ὄντα. καὶ ὁ Σίμων ἔφη· Ταῦτα ὡς ἀγαπῶν θεὸν ὃν νενόμικας λέγεις, ἀλλ' οὐκ ἀληθεύεις. καὶ ὁ Πέτρος· Σὺ δὲ ὡς κακὸς μισῶν θεὸν ὃν ἠγνόησας, βλασφήμους ἀφίης φωνάς. καὶ ὁ Σίμων· Μνημόνευε ὅτι με κακίας ἡγεμόνι παρείκα σας. καὶ ὁ Πέτρος· Ὁμολογῶ, ἐψευσάμην παρεικάσας σε τῷ πονηρῷ· ἠναγκάσθην γὰρ ἐπὶ τῷ μὴ εὑρεῖν τὸν σοὶ ἴσον ἢ καὶ χείρονα. τούτου ἕνεκα τῷ πονηρῷ σε παρείκασα· σὺ γὰρ καὶ τοῦ τῆς κακίας ἡγεμόνος πολλῷ πονηρότερος τυγχάνεις· τὸν γὰρ πονηρὸν οὐδεὶς κατειπόντα θεοῦ δεῖξαι δύναται, σὲ δὲ τολμηρῶς καταλέγοντα οἱ πάντες παρόντες ἱστοροῦμεν. καὶ ὁ Σίμων· Ὁ ἀλήθειαν ζητῶν οὐδὲν οὐδενὶ ὀφείλει παρὰ