147
δὲ καὶ ἄλλαι πολλαὶ ποικίλα εἴδη φέρουσαι ὅπλων, κάμακες ὀκτακόσιαι καθωπλισμέναι. τῇ δὲ δευτέρᾳ προεκομίσθη νομισμάτων τάλαντα χίλια, ἀργύρου τάλαντα δισχίλια διακόσια, ἐκπωμάτων πλῆθος, ἀγαλμάτων καὶ ἀνδριάντων ποικίλων ἅμαξαι πεντακόσιαι, ἀσπίδες τε χρυσαῖ καὶ πίνακες ἀναθεματι κοὶ πάμπολλοι. τῇ τρίτῃ προηγοῦντο λευκαὶ βόες εὐπρεπεῖς ρκʹ, χρυσοῦ τάλαντα ἐν φορήμασι διακοσίοις εἴκοσι, φιάλη δέκα ταλάντων χρυσοῦ διάλιθος, χρυσωμάτων παντοῖαι κατασκευαὶ ταλάντων δέκα, ἐλεφάντων ὀδόντες δισχίλιαι τριπήχεις, ἅρμα ἐλεφάντινον ἐκ χρυσοῦ καὶ λίθων, ἵππος φαλάροις διάλιθος καὶ τῇ λοιπῇ κατασκευῇ διαχρύσῳ πολεμικῶς κεκοσμημένος, κλίνη χρυσῆ στρωμναῖς πολυανθέσι κατεστρωμένη, φορεῖον χρυσοῦν περιπεπετασμένον πορφύραν, ἐφ' οἷς Περσεὺς ὁ δυστυχὴς βασιλεὺς Μακεδόνων ἅμα δυσὶν υἱοῖς καὶ θυγατρὶ μιᾷ καὶ τοῖς ἡγεμόσι διακοσίοις πεντήκοντα, στέφανοι τετρακόσιοι δοθέντες ἐκ τῶν πόλεων καὶ τῶν βασιλέων, καὶ ἐπὶ πᾶσιν Αἰμίλιος ἐφ' ἅρματος ἐλεφαντίνου καταπλήκτου. ΚΟΣΜΟΥ ΕΤΗ Ἰουδαίων ἀρχιεράτευσεν ζʹ Ὀνείας υἱὸς Ἰαδδοῦς ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εροʹ. 325 Ἰουδαίων Ὀνείας ἀρχιερεὺς ἐγνωρίζετο υἱὸς Ἰαδδοῦς ἀρχιερέως. Ἀρχιεράτευσεν ηʹ Σίμων υἱὸς Ὀνείου ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερζαʹ. Σίμων Ἰουδαίων ἀρχιερεὺς υἱὸς Ὀνείου ἐγνωρίζετο, ὃς δι' εὐσέβειαν πρὸς θεὸν δίκαιος ἐκλήθη καὶ τὴν πρὸς τοὺς ὁμοφύλους εὔνοιαν. Ἰουδαίων ἀρχιεράτευσεν θʹ Ἐλεάζαρ Σίμωνος ἀδελφὸς ἀντ' Ὀνείου παιδὸς Σίμωνος νηπίου καταλειφθέντος, ἐφ' οὗ αἱ γραφαὶ ἑρμηνεύονται, ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσιʹ. Ἰουδαίων ἀρχιεράτευσε ιʹ μετὰ Ἐλεάζαρον Μανασσῆς ὁ θεῖος τοῦ Ὀνείου ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσμβʹ. Ἰουδαίων ἀρχιεράτευσεν ιαʹ Ὀνείας ὁ προρρηθεὶς νήπιος υἱὸς Σίμωνος τοῦ δικαίου κληθέντος ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσξηʹ. Οὗτος Πτολεμαίου παρελογίσατο τὸν συνήθη φόρον μὴ τελῶν. Ἰώσηπ πος δέ τις ἀφανὴς Ἰουδαῖος πρὸς Πτολεμαῖον στειλάμενος καὶ δῆθεν τὴν ὀργὴν θεραπεύσας στρατηγὸς ὑπ' αὐτοῦ τῆς ὅλης Ἰουδαίας καθίσταται.
ΜΑΚΕ∆ΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων αʹ ἐβασίλευσε μετὰ Ἀλέξανδρον Φιλίππου ὁ Ἀριδαῖος ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εροαʹ. Πολυπέρχης υἱὸς Ἀντιπάτρου ἀνεῖλε τὸν Ἀριδαῖον. Μακεδόνων βʹ ἐβασίλευσε Κάσανδρος ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εροηʹ. Μακεδόνων τρεῖς ἐβασίλευσαν παῖδες Κασάνδρου Φίλιππος καὶ Ἀλέξανδρος καὶ Ἀντίπατρος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερζζʹ. Μακεδόνων δʹ ἐβασίλευσε ∆ημήτριος ὁ Ἀντιγόνου Πολιορκητὴς ὁ καὶ τῆς Ἀσίας ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εςʹ. Μακεδόνων εʹ ἐβασίλευσε Πύρρος μῆνας ζʹ. Μακεδόνων ςʹ ἐβασίλευσε Λυσίμαχος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εςςʹ. Μακεδόνων ζʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Λάγου ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσιʹ. 326 Μακεδόνων ηʹ ἐβασίλευσε Πτολεμαῖος Μελέαγρος ἀδελφὸς Πτο λεμαίου τοῦ Λάγου μῆνας βʹ. Τὴν Μακεδονίας ἀρχὴν Μελέαγρος παραλαμβάνει μετὰ τὴν ἀναίρεσιν Πτολεμαίου τοῦ Λάγου ἀδελφοῦ αὐτοῦ, ὃν εὐθὺς ἐκβάλλουσι Μακεδόνες μετὰ μῆνας βʹ ὡς ἀνάξιον φανέντα, καὶ ἀντ' αὐτοῦ βασιλεύουσιν Ἀντίπα τρον, ἀδελφιδοῦν μὲν Κασάνδρου, υἱὸν δὲ Φιλίππου, δι' ἀπορίαν γένους βασιλικοῦ. ὃν μετὰ εʹ ἡμέρας Σωσθένης δημοτικὸς ἐξήλασεν ὡς ἀδυνα τοῦντα στρατηγεῖν, Βέρνου τοῦ Γαλάτου ἐπιόντος αὐτοῖς, ὃν Σωσθένης ἐκδιώξας κρατεῖ καὶ αὐτὸς ἔτη βʹ τῶν Μακεδόνων. τούτου θανόντος ἀναρχία γέγονε. τῶν δὲ πραγμάτων προΐσταντο οἱ ἐξ Ἀντιπάτρου καὶ Πτολεμαίου καὶ Ἀριδαίου. τοῦ δὲ Ἀντιπάτρου ζῶντος καὶ τοῖς πράγμασιν ἐπιβουλεύοντος Ἀντίγονος υἱὸς ∆ημητρίου τοῦ Πολιορκητοῦ καὶ Κεφίλλας τῆς θυγατρὸς Ἀντιπάτρου μεταποιεῖται τῆς Μακεδόνων ἀρχῆς ἔτη μδʹ, ὃς ἐν Γόνασι τραφεὶς τῆς Θετταλίας Γονατᾶς ἐπεκλήθη. ἦν δὲ καὶ πρὸ τοῦ βασιλεῦσαι Μακεδόνων ἔτη ιβʹ βασιλεύσας. οὗτος τῆς πάσης Ἑλλάδος ἐγκρατῶς ἐκυρίευσε ζήσας ἔτη πγʹ.