147
πρὸς τοῦτο ῥέπουσαν τὴν σὴν ψυχὴν, τί χρὴ καὶ βουλεύεσθαι περὶ αὐτοῦ; εἰ δ' ἄρα τοιοῦτον μὲν οὐδὲν κέκριται παρά σοι, σαυτῷ δὲ καὶ τοῖς ἄλλοις ὑπηκόοις λυσιτελῆ τε ὁμοῦ καὶ δίκαια ποιεῖν ἐθέλων τὸ πάλιν ἀνακαλεῖσθαι βασιλέα καὶ τὴν ἀρχὴν Ῥωμαίων ἐγχειρίζειν διεσκέψω, οὐχ ἁπλῶς οὕτω καὶ ἀπερισκέπτως ὥς τι τῶν μηδενὸς ἀξίων πράττειν χρή· ἀλλὰ πρότερον πολλὰ πολλάκις σκεψάμενον περὶ αὐτοῦ καὶ διακωδωνίσαντα ἀκριβῶς, οὕτω χωρεῖν ἐπὶ τὸ πράττειν, μή πώς τι τῶν ἀδοκήτων ὕστερον συμβὰν πολλὰ δ' ἂν γένοιτο τοιαῦτα τοῖς τε ἄλλοις καὶ πρό γε αὐ 1.417 τῶν ἡμῖν ἀβουλίαν καὶ ἀπραγμοσύνην καταγινώσκειν ἑαυτῶν πρόφασιν παράσχῃ.» Τούτων οὕτως εἰρημένων, ἐπείθετο ὁ βασιλεὺς καὶ ὡς καλῶς ἔχοντα ἐπῄνει, ἐπέτρεπέ τε βουλεύεσθαι περὶ αὐτοῦ. ὁ μέγας δὲ δομέστικος τὰς αἰτίας πρότερον ἔφασκε μαθεῖν ἐθέλειν, ἐξ ὧν εἰς τοῦτο ἐναχθείη. κἂν μὲν καὶ αὐτῷ λόγον ἔχουσαι δοκοῖεν καὶ πείθειν ἰσχυραὶ, τί χρὴ περαιτέρω πονεῖν εἰκῇ βουλευομένους; τὸ κωλύον γὰρ οὐδὲν τὰ καλῶς δοκοῦντα ἔχειν ποιεῖν. ἂν δ' ἄρα μὴ τοιαῦτα φαίνοιντο, πάλιν αὐτὸν ἐξ ἀντιστρόφου δι' ἃ μὴ λογίζοιτο αὐτὸς λυσιτελεῖν τὴν πρᾶξιν, προτιθέναι. κἂν μὲν τοῦ ὀρθῶς καὶ δικαίως ἔχοντος φαίνηται ἡμμένα, πείθεσθαί τε αὐτὸν καὶ ἀφίστασθαι τοῦ μὴ τὰ δέοντα ποιεῖν· ἐὰν δὲ ἐνδεῶς ἢ ὥστε δύνασθαι πείθειν ἔχωσι καὶ ἀγχώμαλος ἡ μάχη καταστῇ, τότ' αὐτὸν τῆς νίκης αὐτῷ προχωρεῖν, ὥσπερ τοὺς Ἀθηναίους, τῆς Ἀθηνᾶς προστιθεμένης ψήφου, λόγος ποιεῖν. τριῶν δὲ ὄντων ἃ ἄν σε μάλιστα δύναιτο πρὸς μεταμέλειαν τῶν γεγενημένων ἐνάγειν, τοῦ τε μὴ δικαίως δοκεῖν πεπρᾶχθαι, καὶ τοῦ μὴ τοῖς πράγμασι λυσιτελούντως, καὶ τρίτου, τοῦ τινα τῶν δεόντων γίνεσθαι ἀμελεῖσθαι διὰ τὸ μὴ βασιλέα τοῖς πράγμασιν ἐφεστάναι, σκεψώμεθα ἕκαστον αὐτῶν. καὶ πρῶτόν γε πάντες ἂν ἐμοὶ συμφαῖεν ὡς μάλιστα πέπρακται δικαίως. πρότερόν τε γὰρ αὐτὸς οὐκ ἦρξας πολέμου, ἀλλ' ὑπὸ τῶν πραγμά 1.418 των αὐτῶν ἐκβιασθείς. καὶ τότε μὲν ἄκων, ἀνεχώρησας δ' οὖν ὅμως, βασιλέως τὸν κίνδυνον ἀποδιδράσκων· καὶ ὕστερον ἀμυνόμενος ἀναγκαίως καὶ, τοῦ θεοῦ συναιρομένου, ἐπεὶ τὰ πράγματα γεγένηται ὑπό σοι, καίτοι γε ἐξὸν τὴν σύμπασαν ἀρχὴν ἔχειν καὶ προσεῖναι τὸ δικαίως διὰ τὸ ἐκεῖνον πολέμου ἄρξαι, οὐδεὶς γὰρ ὁ κωλύων νόμος τὰ τῶν πολεμίων τοὺς νενικηκότας ἆθλα τῆς ἀρετῆς κεκτῆσθαι, οὐκ ἔφθασε μνησθεὶς εἰρήνης, καὶ σὺ τὰ δίκαια ποιῶν ἀπεδίδους τὴν ἀρχήν. ὥστε καὶ ἐξ ὧν πρότερον ἀπεστεροῦ μηδὲν ἀδικῶν, καὶ ἐξ ὧν ὕστερον κρατῶν τῶν ἀντιπάλων οὐκ ἀπεστέρεις τῶν δικαίων, ὁμοίως σοὶ τὸ δικαίῳ εἶναι περιέσται. ὅτι δὲ καὶ τοῖς πράγμασι λυσιτελῶς, οὐδ' ἀποδείξεως δεήσεσθαι οἶμαι. τίς γὰρ οὐκ οἶδε, τῶν ἁπάντων εἰ μὴ τῶν πραγμάτων ἔξω κατοικεῖ, τὸν πρὸς τοὺς ὁμοφύλους πόλεμον λύμην οὖσαν τοῖς χρωμένοις καὶ φθορὰν, ὥσπερ τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν τοὐναντίον ἅπαν, ὠφέλειαν καὶ πρὸς τὸ βέλτιον ἐπίδοσιν τῶν κοινῶν; ἀλλὰ μὴν ὅτι γε οὐδὲ τῶν δεόντων οὐδὲν παραλείπομεν ἡμεῖς διὰ τὸ μὴ ἐκεῖνον τῶν πραγμάτων ἐξηγεῖσθαι, πειράσομαι ἀποδεικνύναι. δύο γὰρ ὄντων ἃ προσήκει βασιλεῦσιν ἔργων, τοῦ τε περὶ τὰ πολέμια διατρίβειν, ἀμυνόμενον μὲν τοὺς ἐπιόντας πολεμίους καὶ τὴν οἴκησιν παρέχοντα τοῖς ὑπηκόοις ἀσφαλῆ, εἰ δέ που δέοι, καὶ ἐπιστρατεύοντα τοῖς πρότερον ἐπελθοῦσι, καὶ τοῦ περὶ δίκας ἀσχολεῖσθαι καὶ θεσμοὺς ἐν τῆς εἰρήνης τοῖς καιροῖς καὶ τὰ οἰκεῖα εὖ τίθεσθαι, 1.419 ἐν οὐδετέρῳ τὸ πλέον ἔχων ἡμῶν ἐκεῖνος ἂν φανείη, μᾶλλον δὲ τῷ μὲν οὐδαμῶς λείπεσθαι βασιλέως, τῷ ἑτέρῳ δέ σοι συμβέβηκε νικᾷν παραπολύ. τῆς γὰρ ἄλλης τῶν πραγμάτων διοικήσεως οὐδὲν ἔλαττον ἢ πρότερον ὡς προσῆκον γινομένης, ἐν τοῖς πολέμοις καὶ ταῖς στρατείαις πολὺ προέχεις, αὐτὸς ἐφ' ἅπασι παρὼν καὶ στρατηγοῖς χρώμενος βελτίοσιν ἢ ἐκεῖνος, ὡς ἐξ αὐτῶν τῶν ἔργων ἐγένετο καταφανὲς, αὐτοῦ ταπολλὰ καὶ πρότερον οἰκουροῦντος ὥσπερ νῦν.» Ἔτι δὲ τὸν λόγον βουλομένου τοῦ μεγάλου συνείρειν δομεστίκου καὶ διὰ πολλῶν ἀποδεικνύναι μὴ ὂν λυσιτελὲς πρὸς τῶν πραγμάτων τὴν ἀρχὴν αὖθις ἐπανάγειν τὸν