147
γενομένης, μὴ κακωθῆναι ὑπὸ τοῦ Καίσαρος. οθεν τὸν ̔Υρκανὸν ἐκ μέσου ποιῆσαι διανοούμενος, τότε μᾶλλον ῳετο συμφέρειν αὐτῷ τὴν ἐγχείρησιν, ινα μὴ ἀνὴρ περισώζοιτο τυχεῖν τῆς βασιλείας αὐτοῦ ἀξιώτερος. ̔Ηρώδης μὲν ουν ουτω διανενόητο, ἠρέθισε δέ τι συμβὰν πρὸς τὴν πρᾶξιν πλέον αὐτόν. ἡ γὰρ ̓Αλεξάνδρα φιλόνεικον τυγχάνουσα γύναιον οὐκ ἀνίει ἀναπείθουσα τὸν πατέρα Μάλχῳ προσχωρῆσαι τῷ τὴν ̓Αραβίαν εχοντι. ὁ δὲ πρῶτον μὲν διωθεῖτο τοὺς λόγους, ἐγκειμένης δ' ἐκείνης τέλος ἐπιστολὴν πρὸς τὸν Μάλχον ἐγχαράττει περὶ τοῦ δέξασθαι σφᾶς, καὶ ∆οσιθέῳ τινὶ τῶν φίλων δίδωσι ταύτην. καὶ ος ̔Ηρώδῃ τὴν ἐπιστολὴν ἐνεχείρισεν, ὁ δὲ ἀποδοῦναι τῷ Μάλχῳ τὴν γραφὴν ἠξίωσε τὸν ∆οσίθεον καὶ τὰ παρ' ἐκείνου γράμματα ἐνεγκεῖν. ταῦτα δὲ τοῦ ∆οσιθέου πληρώσαντος ἀντεπέστειλεν ὁ Αραψ αὐτόν τε τὸν ̔Υρκανὸν δέξασθαι καὶ πάντας τοὺς σὺν αὐτῷ. ταύτην ουν ̔Ηρώδης δεξάμενος τὴν ἐπιστολὴν μεταπέμπεται ̔Υρκανόν, καὶ περὶ τῶν πρὸς τὸν Μάλχον ἀνέκρινε συνθηκῶν· ἀρνουμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συνεδρίῳ τὸν ανδρα διεχειρίσατο. πολλοὶ δὲ σκῆψιν ̔Ηρώδου τὰ κατὰ τὸν ̔Υρκανὸν γενέσθαι φασί, βουλομένου αὐτὸν ποιήσασθαι ἐκποδών, καὶ τούτου ποι1.370 οῦνται τεκμήριον τὴν τοῦ ἀνδρὸς ἐπιείκειαν η ἀφέλειαν καὶ τὸ μηδὲ ἐν νεότητι θράσους τι η προπετείας ἐνδείξασθαι· τότε δὲ ην ἐτῶν ὀγδοήκοντα πρὸς ἑνί. ̔Ηρώδης δὲ σπεύδων πρὸς Καίσαρα τὴν μὲν μητέρα καὶ τὴν ἀδελφὴν καὶ πᾶσαν τὴν γενεὰν ἐν Μασάδοις κατέστησε, Μαριὰμ δὲ τὴν γυναῖκα σὺν ̓Αλεξάνδρᾳ τῇ μητρὶ εἰς ̓Αλεξάνδριον ηγαγε, προφάσει τιμῆς φρουροὺς ἐγκαταστήσας αὐταῖς ̓Ιωσὴφ τὸν ταμίαν καὶ τὸν ̓Ιτουραῖον Σόεμον πιστοτάτους αὐτῷ, ἐντειλάμενος αὐτοῖς, ει τι περὶ αὐτοῦ πύθοιντο δυσχερές, ἐξ αὐτῆς καὶ αμφω διαχειρίσασθαι, τὴν δὲ βασιλείαν τοῖς παισὶν αὐτοῦ καὶ τῷ ἀδελφῷ Φερώρᾳ διατηρεῖν. τοιαύτας δοὺς ἐντολὰς εἰς ̔Ρόδον ἠπείγετο πρὸς τὸν Καίσαρα. καταπλεύσας δὲ περιεῖλε μὲν τὸ διάδημα, τοῦ αλλου δ' ἀξιώματος οὐδὲν ὑφῆκεν, ἀλλὰ καὶ κοινωνήσας λόγου τῷ Καίσαρι τὸ μεγαλεῖον ἐνέφηνε τοῦ φρονήματος, ουτε πρὸς ἱκεσίας τραπόμενος καὶ τὸν λογισμὸν τῶν πεπραγμένων οὐ μεθ' ὑποστολῆς ἀποδούς. οὐ μετρίως ουν ἐπεσπάσατο τὸν Καίσαρα, καὶ τό τε διάδημα πάλιν ἀποκατέστησεν αὐτῷ καὶ ηγε διὰ τιμῆς. ουτω δὲ παρ' ἐλπίδα ἐσχηκὼς βεβαιοτέραν τὴν βασιλείαν παρέπεμψεν ἐπ' Αιγυπτον Καίσαρα, δωρησάμενος αὐτόν τε καὶ τοὺς φίλους φιλοτιμότατα· ἐπανῄει δὲ πρὸς τὴν ̓Ιουδαίαν πλείονι τιμῇ καὶ παρρησίᾳ, καὶ τεταραγμένην αὐτῷ τὴν οἰκίαν κατέλαβεν. οἰηθεῖσαι γὰρ η τε Μαριὰμ καὶ ἡ ̓Αλεξάνδρα, οπερ ην, οτι ὡς ἐν φρουρᾷ κατεκλείσθησαν εἰς τὸ ̓Αλεξάνδριον, ινα μηδ' ἑαυτῶν ἐξουσίαν εχοιεν, χαλεπῶς εφερον, καὶ διὰ θεραπείας τοὺς φρουροὺς ἐπεποίηντο, καὶ μᾶλλον 1.371 τὸν Σόεμον, λόγοις αὐτὸν καὶ δωρεαῖς θεραπεύουσαι. ὁ δ' ἡττᾶτο κατὰ μικρόν, καὶ τὰς ἐντολὰς τοῦ βασιλέως ταύταις ἐξέφηνεν. αἱ δὲ χαλεπῶς πρὸς ταύτας διέκειντο, καὶ μᾶλλον ἡ Μαριάμ. ̔Ηρώδου γὰρ πρώτῃ τῇ γυναικὶ περὶ τῶν κατ' αὐτὸν ὡς εἰκὸς εὐαγγελιζομένου καὶ πρὸ τῶν αλλων ἀσπαζομένου, ἡ δὲ πρὸς μὲν τοὺς ἀσπασμοὺς εστενε, πρὸς δὲ τὰς εὐτυχίας ἀχθομένῃ ἐῴκει, ὡς ἐκταράττεσθαι τὸν βασιλέα καὶ ἀδημονεῖν διὰ τὸ τοῦ μίσους παράλογον, καὶ ὁρμῆσαι μὲν πολλάκις πρὸς αμυναν τῆς ὑπεροψίας αὐτῆς, ἀνακόπτεσθαι δὲ οτι προκατείληπτο ὑπὸ ερωτος. τὸ δὲ σύμπαν ἐδεδοίκει μὴ λάθῃ κολάσας ἐκείνην μᾶλλον ἑαυτὸν κακῶς διαθέμενος, τῆς ἐρωμένης οὐκ ουσης. ἡ δέ γε μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ παρώξυνον τὸν ̔Ηρώδην διαβολαῖς ζηλοτυπίαν αὐτῷ καὶ μῖσος ἐνιείσαις. καὶ ος χεῖρον ειχεν ἀεὶ πρὸς αὐτήν, τῆς μὲν οὐκ ἀποκρυπτούσης τὴν πρὸς ἐκεῖνον διάθεσιν, τοῦ δὲ τὸν ερωτα πρὸς ὀργὴν ἀεὶ μεταβάλλοντος. καὶ εἰ μὴ πρὸς Καίσαρα εσπευδεν ηδη κεκρατηκότα, ̓Αντωνίου καὶ Κλεοπάτρας θανόντων, εἰς Αιγυπτον, τάχα εὐθὺς αν ἐπράχθη τὸ δεινόν. νῦν δὲ τὰ περὶ τὴν οἰκίαν ὡς ειχε κατέλιπε, καὶ εἰς Αιγυπτον ἀφικόμενος μεγίστων ἠξιώθη παρὰ τοῦ Καίσαρος, καὶ ἐπανῄει λαμπρότερος. ηρα δὲ τῆς Μαριὰμ καὶ σφόδρα διακαῶς· ἡ δὲ τὰ μὲν αλλα