147
ἐγχέλεις θηρώμενοι πέπονθας. καὶ πάλιν· οὐδὲ χαίρω βατίσιν οὐδ' ἐγχέλεσιν. ευρον δὲ καὶ τὸ εγχελυς ἀττικῶς· ευρον δὲ καὶ τὸ εγχελις διὰ τοῦ ἰῶτα παρὰ Βοιωτοῖς. καὶ αἱ πτώσεις ἐγχέλεων, ἐγχέλεσιν. Ευπολις· τὸ σῶμ' εχουσι λεῖον ωσπερ εγχελυς. epsilon.602 ̓Εγχυτρίστριαι. αἱ τὰς χοὰς τοῖς τετελευτηκόσιν ἐπιφέρουσαι. ελεγον δὲ καὶ τὸ βάψαι καταχυτρίσαι· ὡς ̓Αριστοφάνης. ἐγχυτρίστριαι καὶ οσαι τοὺς ἐναγεῖς καθαίρουσιν αιμα ἐπιχέουσαι ἱερείου. καὶ τὰς θρηνητρίας. ετι γε μὴν καὶ τὰς μαίας τὰς ἐκτιθείσας ἐν χύτραις τὰ βρέφη. καὶ ἐγχυτρίζειν τὸ ἀποκτείνειν ἐπὶ τῶν ἐν χύτραις ἐκτιθεμένων τὰ βρέφη. Εγεστα. πολεμικὸν μηχάνημα, ἐκ λίθων καὶ ξύλων καὶ χοὸς ἐγειρόμενον. ̓Εγκίσσωσισ. ἡ οχευσις. τοῦ Ψελλοῦ· ἐγκίσσωσις ἡ οχευσις· ἡ σύλληψις δὲ πλέον. (Οὐδέτερον.) Εγγυον. τὸ ἀσφαλές. εγγιον δὲ, τὸ ἐγγύτερον, ˉι. εγγυον δὲ καὶ εγγιστα οὐ λέγουσιν, ἀλλ' ἐγγυτέρω καὶ ἐγγύτατα. ̓Εγκύκλιον. καθολικὸν η ἁπανταχοῦ. epsilon.603 Εγκυκλον. ἱμάτιον. ̓Αριστοφάνης· τὸ εγκυκλον τουτὶ κατατιθεῖσαν. ̓Εγκύρτια. τὰ ἐν τοῖς κύρτοις ἐνυφάσματα. Εγκαφοσ. τὸ ἐλάχιστον. Ευπολις· ουτ' αρ λέλειπται τῶν ἐμῶν οὐδ' εγκαφος. παρὰ τὸ ἐγκάπτω, εγκαφος, τὸ μὴ δὲ ἐγκάψαι ἀρκοῦν. Εγκαρπον. τὸ εγκυον. ̓Εγκάρδιον. τὸ μεγάλως δεινὸν καὶ ἁπτόμενον τῆς καρδίας. η τὸ κρύφιον, η τὸ ἐξ ἰσχυρᾶς διαθέσεως. Εγκασιν. ἐγκάτοις. ἀπὸ τοῦ καταχέειν τὴν τροφήν. λέγει δὲ καὶ τὸ ηπαρ καὶ τὸν σπλῆνα παρὰ τὸν πνεύμονα. εντερον δὲ, οὐκ εγκατον. τὸ δὲ εντερον, οιον ετερον καὶ οὐχ ομοιον. η παρὰ τὸ ἐντὸς κεῖσθαι τῶν μελῶν. ἐγκάτοισι, καὶ ἀποβολῇ τῆς ˉτˉοˉι συλλαβῆς εγκασιν. οὐκ εστι δὲ συγκοπὴ, μάχεται γὰρ ἐπεκτάσει συγκοπή· ἐναντίον γάρ. αμεινον ουν μεταπλασμὸν λέγειν· εστι γὰρ ἐγκάτοισι καὶ κατὰ μεταπλασμὸν εγκασιν, ὡς αστροις αστρασιν. ουτως ̔Ηρωδιανὸς ἐν τοῖς περὶ παθητικοῦ. ̓Εγκάρσιον. πλάγιον. epsilon.604 Εγκομμα. τὸ πρόσκομμα. ̓Εγκώπαια. τὰ περιδέῤῥαια. ̓Εγκαίνια. ἑορτὴ, καθ' ην ἐκαινουργήθη τι. ̓Εγκαταλείμματα. τὰ εὐαπομένοντα. καὶ ἐγκατάλειμμα ητοι τὸ μνημόσυνον. τοῦτο δὲ διττόν ἐστιν, η ἐν παιδοποιΐᾳ η ἐν ἀγαθοεργίᾳ. ̓Εγκώμιον. παρὰ τὸ ἐν τῇ κώμῃ ᾳδεσθαι. κώμας γὰρ ελεγον οἱ παλαιοὶ τοὺς στενωποὺς καὶ τὰ αμφοδα· ηρχοντο γὰρ τῇ νυκτὶ, οιτινες παρά τινων μεγιστάνων ἐβλάβησαν, καὶ εἰς τὰς ἀμφόδους ἱστάμενοι ἐκακολόγουν καὶ υβριζον τὸν ἀδικοῦντα. * ̓Εγχειρίδιον. τμητικὸν οργανον. Εγχοσ. τὸ δόρυ. καὶ εγχεα. καὶ Ομηρος· εγχος εχ' ἑνδεκάπηχυ-. ̓Εγχώριον. οἰκεῖον. ἀλλὰ κατὰ τὰ τῶν ἐγχωρίων ἀνθρώπων ηθη κάλλιστα γινώσκουσιν. † Εγχωρα. ἐντόπια.† ̓Εγώγιον καὶ ὠγύγιον. τὸ ἀρχαῖον. ̓Εγκύκλιον. καθολικόν. ἀλλ' ην ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον τὸ τὰ τοιαῦτα ἁμαρτάνειν. epsilon.605 ( ̔Ρῆμα.) ̓Εγρήγορα χρὴ λέγειν, οὐ γρήγορα. ̓Εγαργάλιζον. ὑπέσαινον, ἐκίνουν. ̓Εγανώθη. εὐφράνθη, ἐχάρη. Ομηρος· -γάννυται δὲ φρένα ποιμήν. ̓Εγγλωττοτυπεῖν. τὴν γλῶτταν ψοφεῖν, καὶ τὰ κατορθώματα σεμνολογεῖν, καὶ ἀεὶ ἐπὶ τῆς γλώττης εχειν. ̓Εγγυήσασθαι. μνηστεύσασθαι. ̓Εγγυωμένη. ἀσφαλιζομένη. Πισίδης· νῦν πανσέληνος ἡ σελήνη λαμπέτω· τοῦ Χοσρόου λύοντος ἐγγυωμένη, πέρσας τὸ λοιπὸν μὴ θεουργεῖν τὴν κτίσιν. ̓Εγγυῶ. ἐκδίδωμι. ̓Εγγυώμεθα. ἀντιφωνούμεθα. ̓Εγγεγυμνασμένον. οἱονεὶ φανερὸν καὶ δεδοκιμασμένον. ̓Εγγελῴη. γελάσοι. ̓Εγεγήθει. εχαιρεν. ̓Εγείρου χρὴ λέγειν, οὐχὶ εγειραι, εἰ μή τις προτίθησι τὸ σαυτόν· εγειρε δὲ τὸν λίθον, ψιλόν. ̓Εγερθῆναι ἐξ υπνου. ἀναστῆναι τῷ σώματι. Ευπολις· τίς οὐκ ἐξεγείρας μ' ἐστὴν οἰμώξει μακρά· οτι η μ' ἀνέστησ' ὠμόϋπνον. λέγουσι epsilon.606 δὲ καὶ ἐπεγεῖραι καὶ ἐπεγερθῆναι. ἡ θεράπαινα ἐπεγείρασά με. ̓Εγηγερμένοσ. διανιστάμενος. ̓Εγγυαλίξαι. τὸ εἰς χεῖρας παρασχεῖν. παρὰ τὸ γῶ τὸ χωρῶ καὶ λαμβάνω, οθεν καὶ γωρυτὸς, ὁ δεχόμενος τὰ ῥυτὰ, ητοι τὰ τόξα. γύω ῥῆμα, ἀφ' ου καὶ γύαι αἱ χεῖρες, ας πρὸς τὸ λαβεῖν καὶ συνέχειν ἡ φύσις ἐδημιούργησεν. ετερον παράγωγον γυΐζω, καὶ ἐν συνθέσει καὶ κατὰ πλεονασμὸν τῆς ˉαˉλ συλλαβῆς γέγονεν ἐγγυαλίζω. ̓Εγγείνονται. γεννῶνται. οιον· -κατὰ χαλκοτύπους ὠτειλὰς Εὐλὰς ἐγγείνονται- γείνω τὸ γεννῶ, γείνονται