γὰρ ἐναβρυνόμενος στίχων εἰδέναι τέχνην οὔτε τοὺς τόνους ὤρθωσας οὔτε τἀντίστοιχά σου οὔτ' ἐκ βραχέων καὶ μακρῶν συνηρμόσω τοὺς πόδας, ὅπερ ἐστὶν ἐπαριθμεῖν τὸν ἴαμβον σπονδεῖον; ὁ γὰρ σπονδεῖος ἐκ μακρῶν συντίθεται τῶν δύο, καθάπερ ὁ πυρρίχιος πάλιν ἐκ τῶν βραχέων. ἀλλ' ἔνθα μὲν οὖν ἥρμοζε γράψαι σε τὴν ὀξεῖαν, τόνους ἑτέρους τέθεικας ἀσυνήθεις καὶ ξένους. βαβαὶ τῆς σῆς, πανάριστε, τῶν στίχων ἐπιστήμης· ὑπερενίκησας σχεδὸν τοὺς πάλαι τεχνογράφους. τόνους γὰρ οὕσπερ ἐξ ἀρχῆς γραμματικῶν αἱ βίβλοι καὶ τὴν δασέων καὶ ψιλῶν συναρμογὴν στοιχείων τοῖς ἐφεξῆς οὐκ ἔδωκαν, αὐτὸς εὑρὼν ἐφάνης νέος ἡμῖν γραμματικὸς καὶ ξένος στιχοπλόκος. Ὄντως ἡττᾶται νῦν ἐν σοὶ φιλόσοφος ὁ Πλάτων καὶ ∆ιογένης ὁ σοφός, Πλούταρχος, Ἰσοκράτης, Ἀριστοτέλης, Ὅμηρος, Θέογνις, Θουκυδίδης· ἡττᾶται καὶ Πορφύριος, ἡττᾶται καὶ Μοσχίων· Ἀφθόνιος ἐπαπορεῖ, θαυμάζει ∆ημοκράτης· σοὶ καὶ μόνῳ παραχωρεῖ τῆς τέχνης τὰ πρωτεῖα ἡ ξυνωρὶς ἡ θαυμαστὴ τῶν ἀληθῶς ῥητόρων, τὸν ∆ημοσθένην λέγω δὴ μετὰ τὸν Ἑρμογένην· λῆρός εἰσι τὰ Φίλωνος καὶ τὰ τοῦ Ἰωσήπου· σὺ ταῦτα καὶ τὴν μουσικὴν καὶ τὴν Ἀκαδημίαν καὶ Στωικὴν †ἐσήμαναν†, εἰς οὐδὲν ἐλογίσω· σὺ τοῦ ἀνακαινίσαντος τὴν ἡδυεπῆ κιθάραν καὶ τὴν Θηβαίαν ἔσβεσας τοῦ μελῳδοῦ Πινδάρου καὶ τοῦ βουκόλου σύριγγα τοῦ Θεοκρίτου λύσας πάντων ἐφάνης ὕπερθεν ξένη τις οὖσα φύσις. Ἀλλὰ δεῦρο πρὸς τῆς αὐτῆς τριάδος, ὦ φιλότης, φράσον μοι πῶς ἐπλούτησας τὴν γνῶσιν ταύτην ὅλως, εἶπόν μοι πόθεν εἴληφας τὴν εὔροιαν τοῦ λόγου, δίδαξον πόθεν ἔμαθες στιχοπλοκεῖν εὐτέχνως. νὴ τὴν καλήν σου κεφαλήν, ἀδελφὲ φίλτατέ μου, ἐγὼ πολλοὺς ἀνέγνωκα στίχους ἀνδρῶν ῥητόρων, ἡρωικούς, ἀναπαιστούς, σπονδείους καὶ τροχαίους, ἴωνάς τε καὶ μολοσσούς, πρὸς τούτοις ἐπιτρίτους, ᾠδάριά τε πένθιμα τόνων †ἐν† ἑξαμέτρων· περὶ δὲ τῶν ἰαμβικῶν οὐκ ἔχω τί σοι γράφειν, ἀλλ' οὔτε τοὺς πολιτικοὺς ἰσχύω καταλέγειν. ἐνόμιζον δ' ὁ μάταιος ὡς μέγα τι κατέχειν καὶ χαίρων ἤμην ἐπ' αὐτοῖς τερπόμενος τὴν γνῶσιν· ἀφ' ὅτου δ' ἧκε πρὸς ἡμᾶς ὁ χάρτης τῆς γραφῆς σου καί γε προσέσχον ἀκριβῶς τοῖς θαυμαστοῖς σου στίχοις, ψόφον ὠτίων ἅπαντας ἡγησάμην οὓς πρώην στίχους ἀνέγνων τῶν σοφῶν ἀνδρῶν καὶ θαυμασίων. Ἔπη σιγάτω τὰ χρυσᾶ τοῦ καλοῦ Πυθαγόρου, σιγάτω τὰ λεγόμενα γράμματα τῆν Σιβύλλας, σιγάτω δὲ καὶ Σοφοκλῆς πλέκων τὰ τῆς Ἑκάβης· Ὅμηρε, ῥῖψον νῦν καὶ σὺ τὰς πολλὰς ῥαψῳδίας, ἄφες, Ἡσίοδε, λαλεῖν Ἔργα καὶ τὰς ἡμέρας, Φωκυλίδη, κατάκρυψον τοὺς ἠθικούς σου στίχους, βαθεῖαν ἔχε σιωπὴν μὴ λαλῶν, Εὐριπίδη, Θεμιστοκλῆ καὶ Χρύσιππε, Ἱππόλυτε καὶ Σόλων, ἄφετε τοὺς συλλογισμούς, τοὺς μύθους καὶ τοὺς νόμους. ἀλλὰ μηδὲ Γρηγόριος ὁ κληθεὶς θεολόγος, μηδὲ Βασίλειος αὐτὸς ὁ τῶν ἀρρήτων μύστης, μηδὲ λόγων θάλασσα, Χρυσόστομος ὁ πάνυ, οἱ καὶ πάντας τοὺς πρὸ ὑμῶν σοφοὺς νενικηκότες, ὑπὸ Χριστοῦ τυπούμενοι τὸν βίον καὶ τὸν λόγον καὶ γνήσιοι τυγχάνοντες μύσται καὶ λάτραι τούτου, ὅλως εἰπεῖν ἀνέχεσθε λαλοῦντος Ἰωάννου. βροντῆς υἱοὺς λέγει μοι τὶς ἢ Πέτρον ἢ τὸ Παῦλον; οὐκ ἔστιν ὅστις δύναται παρισωθῆναι τούτῳ· ἐκεῖνοι γὰρ ἐκ πνεύματος λαλήσαντες ἁγίου, οὗτος πνεύματι Πύθωνος καὶ φθέγγεται καὶ γράφει. σὺ δ' αὖ, ὑπέρτιμε Ψελλέ, Πισίδη, Χριστοφόρε, Λέων καὶ Θεοφύλακτε πρόεδρε Βουλγαρίας, δεινὴν καὶ πάνυ χαλεπὴν ὑπέστητε ζημίαν προμεταστάντες ὑπὸ γῆν καὶ μὴ μεμαθηκότες τοὺς στίχους οὕς μοι πέπομφεν μόνος ὁ στιχοπλόκος. Ἀλλ' ἄχρι τίνος κάθημαι πλέκων τὰς εἰρωνείας καὶ ῥήμασιν ἀπατηλοῖς φρόνημά σου τὸ κοῦφον εἰς ὕψος αἴρων ἀπὸ γῆς; δόξειν γὰρ ἔχεις ἴσως ἐπαληθεύειν ὡς εἰκὸς ταῦτά σοι μαρτυροῦντα. παράφρων, ἀμαθέστατε, λῆρε καὶ παραπαίων, τί μὴ λαμβάνεις σύριγγα, πήραν καὶ βακτηρίαν, καὶ πρὸς ἄλση καὶ φάραγγας, γηλόφους καὶ πεδία χοίρους βόσκειν ἀφίκεσο καὶ πρόβατα καὶ βόας, ἀλλὰ