147
πάντες ἐφ' ὑμῖν ἐπερειδόμεθα, ὥσπερ οἱ κατὰ δευτέραν ἐπιβολὴν σταδιοδρομεῖν παρασκευασμένοι καὶ τῇ τῶν προτέρων νίκῃ ἢ τοὐναντίον εὐθαρσοῦντες ἢ καὶ ἀνάπαλιν καταπεπτηχότες καὶ τῆς ἀνδρείας τόνον οὐκ ἔχοντες. δεόμεθα ὑμῶν, ἀνδρειώσατε ἡμᾶς· ναί, ναί, παρακαλοῦμεν τὰ πατρικὰ ὑμῶν σπλάγχνα, δότε ἡμῖν νίκης σημεῖον ἐν ταῖς ἀηττήτοις εὐδρομίαις καὶ μὴ τοὐναντίον, ὅπερ ἀπείη καὶ ἐννοεῖν. ὥστε ὑμεῖς ἡμῶν καὶ στέφανος καὶ χαρὰ καὶ ἐλπὶς καὶ μαρτύριον ἐν προσώπῳ Χριστοῦ· ὃς ἡμᾶς σὺν ὑμῖν τοῖς ἀξιοθέοις χαρίσεται ἀκαταγνώστως διανύσαι τὸν προκείμενον ἀγῶνα τῆς ὁμολογίας αὐτοῦ. 211 {1Εἰρήνῃ καὶ Καλῇ, δυσὶν ἀδελφαῖσ}1 Ὢ τῆς συμφορᾶς· ἀπὸ γὰρ στεναγμοῦ ἐνάρχομαι τῆς ἐπιστολῆς, συσκυθρωπάζων ὑμῖν ἐπὶ τῷ πάθει καὶ συνδακρύων, εἰ καὶ τολμηρὸν εἰπεῖν, ὡς ὁ Χριστὸς ὁ ἀγαθὸς ταῖς περὶ Μάρθαν δυσὶν ἀδελφαῖς ἐν τῷ θανάτῳ Λαζάρου. φίλος γὰρ ὁ ἀνήρ, φίλος ἐγγίζων ἐν αἵματι, ἀγαθὸς ἄνθρωπος θεοῦ, ἐργάτης ἐντολῶν Κυρίου, μόσχος ὢν καὶ ὀνόματι καὶ πράγματι δι' εὐωδίαν τῶν δεξιῶν αὐτοῦ πράξεων. τότε τοίνυν ἐπὶ Λαζάρῳ πολλοὶ τῶν Ἰουδαίων ἧκον ἐν Βηθανίᾳ, συνθρηνήσοντες ταῖς ὁμαίμοσι διὰ τὴν ἀρετὴν τοῦ ἀνδρός· εἰ γὰρ τοῦ Χριστοῦ φίλος, πῶς οὐ πᾶσιν ἐραστός; νῦν δέ, φεῦ τῆς συμβάσεως, οὐδὲ κἂν ὁ θάνατος κατ' ὀφθαλμούς, ὅπερ φέρειν οἶδεν πολλὴν παραμυθίαν, ἐξόδια ῥήματα καὶ συντακτήρια παραψιθυρίσματα· φιλεῖται γὰρ ὁ ἀπιὼν καὶ περιτρύζεται παρὰ τῶν παρεστηκότων καὶ νεύει ὀφθαλμὸν καὶ κινεῖ χεῖρα καὶ φθέγγεται ἀδρανές τι, ἃ οὐκ ὀλίγην καὶ μετὰ θάνατον ἐπαφίησι παρηγορίαν τοῖς πενθοῦσιν. οὐδὲν δὲ δεῦρο τοιοῦτον. διὸ καὶ τὸ πένθος ὑμῶν ὑπολαμβάνω ἀπαράκλητον εἶναι, ἀφεμένων μόνων, ἀπροστατεύτων, ἀνεπικούρων. βαρὺ τὸ πάθος, βαθεῖα ἡ πληγή, ἀπαρηγόρητος ὁ χωρισμός· καὶ γὰρ ἦτε ἀμφότεροι ξένον τι ζῶσαι ἐν βίῳ, ἀδελφὸς δυοῖν ἀδελφαῖς, ἄζυξ ἄζυξι, παρθένος παρθένοις, φέροντες τὰ τῆς εὐγενείας ἐν λαμπρότητι, τὰ τῆς ἡλικίας ἐν ἀκμῇ, τὰ τῆς θεωρίας ἐν εὐειδίᾳ, τὰ τῆς οὐσίας ἐν εὐπορίᾳ, τὰ τῶν προσόδων ἐν εὐθηνίᾳ. καὶ ὅμως τῆς φιλαλληλίας οὐδὲν προτιμότερον γέγονεν, εἰς διάζευξιν ἀναγκάζον διὰ τοῦ γάμου ἐν ὑμῖν· ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; καὶ οὔπω ἔφην τὴν μητρόθεν παραδεδομένην ἀγαθοεργίαν ἐν ἐλεημοσύναις, ἐν προσευχαῖς, ἐν ψαλμῳδίαις, ἐν ἐγκρατείᾳ, ἐν σεμνότητι, ἐν εὐλαβείᾳ, ἐν φιλοξενίᾳ, τὸ τελευταῖον καὶ πρῶτον, ἐν ὀρθοδοξίᾳ. ποῦ παρήσομεν τὴν ὀρφανοτροφίαν καὶ ὅσα ἐν αὐτῇ ὁρᾶται ἐν πάσῃ ἡλικίᾳ κληρῶσαι καὶ προικίσαι καὶ εἴ τι ἄλλο; ὢ τοῦ θαύματος· τεσσεράκοντα εἴασεν ὀρφανὰ ἐν τῇ ἀποβιώσει ἐν ὑμῖν ταῖς τὰ ἴσα πραττούσαις· ξένον ἄκουσμα, ἔργον ἁγίων, οὗτοι σὺν πολλοῖς ἄλλοις οἱ θρηνηταὶ τοῦ πατρὸς ὡς ἀληθῶς τῶν ὀρφανῶν. θεομίμητον τὸ κατόρθωμα. Τοιαῦτα τὰ ἐκείνου καὶ ὑμῶν, τοιοῦτον αὐτοῦ καὶ τὸ ἐντάφιον, δι' ὧν καὶ μετὰ θάνατον ὀρφανοτροφεῖ, ἐλεεῖ, ψυχὰς πενήτων ἐμπίπλησιν ἀγαθῶν. ταῦτα κενούτω τὸ πάθος τῆς λύπης ὑμῶν, εἰς χαρὰν μεταβάλλοντα, ἐν ἐλπίδι τῶν ἀποκειμένων αὐτῷ αἰωνίων ἀμοιβῶν· ὧν καὶ ὑμεῖς μετασχοίητε καλῶς καὶ ὁμοτρόπως τὸν ὑπολειπόμενον ὑμῖν διαμείβουσαι βίον ἐν Χριστῷ Ἰησοῦ, τῷ φυλάττοντι ὑμᾶς ὡς κόρας δύο ὀφθαλμῶν θεοσεβείας. 212 {1Εὐσεβίῳ τέκνῳ}1 Ἐδεξάμην σου τὸ γράμμα, τέκνον, καὶ γνοὺς συνῆκα ὅτι φοβῇ σὺ τὸν θεὸν διὰ τῆς ἀγάπης καὶ πεποιθήσεώς σου, ἧς ἔχεις δι' αὐτὸν πρὸς τὴν ἐμὴν ταπείνωσιν· δεῖγμα γὰρ ὑποταγῆς θεοθεραπεύτου ἡ πρὸς τὸν καθηγούμενον ἀγάπη καὶ ἐπιποθουμένη θεωρία. χάρις οὖν τῷ θεῷ, ὅτι ἄσβεστοί σου οἱ σπινθῆρες τῆς πίστεως διαμεμενήκασιν, ἀλλὰ καὶ διαμενοῦσιν εἰς τὸ ἀεί· εὐαπόδεκτός σου καὶ ἡ πρὸς τὰ ἐνταῦθα προαιρετικὴ ἄφιξις. ἀλλ' οὖν καλῶς ἐποίησας ἐπισχὼν ἑαυτόν· πειρασμὸς γάρ ἐστιν ἡ ἔλευσις τοῦ τυχόντος. παρακαλῶ δέ σε, τέκνον μου, φυλάττεσθαι ἀπὸ παντὸς κακοῦ. ἔστω σου τὸ κάθισμα ἐν τόπῳ ἀσκανδαλίστῳ (φεύγειν γὰρ δεῖ τοὺς