1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

147

πρόσφυξ γενόμενος ἐν τῷ στρατῷ τοῦ βασιλέως ἐτάττετο. οὗτος ἀποδρὰς πρὸς τοὺς Πέρσας ἀπῆλθεν ἐλπίζων αὐτοὺς τὴν Ῥωμαίων στρατιὰν ὀλέσαι. ἰδὼν δὲ αὐτῶν τὴν δειλίαν μετὰ δεκάτην ἡμέραν πρὸς τὸν βασιλέα ἦλθε καὶ πᾶσαν ἀκριβῶς τὴν τῶν βαρβάρων ἐξεῖπεν ἀτολμίαν. ὁ δὲ Σάρβαρος μηκέτι ὑποφέρων τὴν ἐν τῷ ὄρει διατριβὴν ἠναγκάσθη πρὸς πόλεμον ὁρμῆσαι, εἰς τρία δὲ μέρη διελὼν τὸ στράτευμα κατῆλθεν ἄφνω ἐπιφωσκούσης ἡμέρας πρὸ τῆς τοῦ ἡλίου ἀναβάσεως εὐτρεπισάμενος πρὸς πόλεμον. ὁ δὲ βασιλεὺς προγνοὺς καὶ συντάξας τὸν στρατὸν ὁμοίως εἰς τρεῖς φάλαγγας εἰς τὴν μάχην προήγαγεν. τοῦ δὲ ἡλίου ἀνατείλαντος, καὶ τοῦ βασιλέως κατὰ ἀνατολὰς εὑρεθέντος, τοὺς Πέρσας ἐσκότιζεν ἡ τούτου ἀκτίς, ἣν ὡς θεὸν προσεκύνουν. ὁ δὲ βασιλεὺς ἐσχημάτισε τὸν λαὸν αὐτοῦ εἰς φυγὴν τραπέντας· καὶ λύσαντες ἐκεῖνοι τὰς φάλαγγας ἀκρατῶς διώκειν τούτους ἐνόμιζον. ἐπιστραφέντες οὖν οἱ Ῥωμαῖοι εὐψύχως τούτους ἐτρέψαντο καὶ πολλοὺς ἀνεῖλον, ἐλάσαντές τε αὐτοὺς εἰς τὸ ὄρος εἰς κρημνοὺς αὐτοὺς ἐνέβαλον καὶ τόπους δυσβάτους καὶ πάντας αὐτῶν συνέτριψαν· ἐν δὲ τοῖς κρημνοῖς αἰγῶν ἀγρίων δίκην ἐσκηνοβάτουν. πολλοὺς δὲ καὶ ζῶντας ἐζώγρη306 σαν. παρέλαβον δὲ καὶ τὸ τούτων στρατόπεδον καὶ πᾶσαν τὴν 306 ἀποσκευὴν αὐτῶν. οἱ δὲ Ῥωμαῖοι πρὸς ὕψος τὰς χεῖρας ἐκτείναντες τῷ θεῷ ηὐχαρίστουν καὶ τῷ στρατηγήσαντι καλῶς βασιλεῖ συντόνως προσηύχοντο. οἱ γὰρ πρὶν μηδὲ Περσικὴν κόνιν τολμήσαντες ἰδεῖν νῦν τὰς σκηνὰς τούτων ἀσαλεύτους εὑρόντες ἐλαφυραγώγησαν. τίς γὰρ ἤλπιζε τὸ τῶν Περσῶν δυσμαχώτατον γένος νῶτα δοῦναί ποτε Ῥωμαίοις; ὁ δὲ βασιλεὺς τὸν στρατὸν σὺν τῷ στρατηγῷ καταλιπὼν εἰς Ἀρμενίαν παραχειμάσαι αὐτὸς εἰς Βυζάντιον ὑπέστρεψεν. Κόσμου ἔτη ϛριδʹ. Τῆς θείας σαρκώσεως ἔτη χιδʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λεʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιδʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ ιεʹ, ἰνδικτιῶνος ιαʹ, ἀπάρας ὁ βασιλεὺς Ἡράκλειος τῆς βασιλίδος πόλεως κατὰ τάχος ἀφίκετο εἰς Ἀρμενίαν. Χοσρόης δέ, ὁ τῶν Περσῶν βασιλεύς, ἀπέστειλε τὸν Σαρβαραζᾶν σὺν τῷ ἑαυτοῦ στρατῷ εἰσβαλεῖν εἰς τὴν τῶν Ῥωμαίων γῆν. Ἡράκλειος δὲ ἔγραφε πρὸς Χοσρόην, ἢ τὴν εἰρήνην ἀσπάσασθαι, ἢ ἑαυτὸν εἰς τὴν Περσίδα σὺν τῷ ἑαυτοῦ στρατῷ εἰσβαλεῖν. ὁ δὲ Χοσρόης οὔτε τὴν εἰρήνην ἠσπάζετο οὔτε τι τὸν λόγον ἡγεῖτο, ὅτι Ἡράκλειος τολμᾷ τῇ Περσίδι πλησιάσαι. ὁ δὲ βασιλεὺς τῇ κʹ τοῦ Ἀπριλλίου μηνὸς εἰσέβαλεν εἰς τὴν Περσίδα. καὶ μαθὼν τοῦτο Χοσρόης τὸν Σαρβαραζᾶν ὑποστρέψαι ἐκέλευσεν· καὶ ἐπισυνάξας ἐκ πάσης τῆς Περσίδος τὰ ἑαυτοῦ στρατεύματα καὶ παραδοὺς αὐτὰ τῷ Σάϊν κατὰ τάχος ἑνωθῆναι αὐτὰ τῷ Σαρβαραζᾶν προσέταξε καὶ 307 οὕτω χωρῆσαι κατὰ τοῦ βασιλέως. Ἡράκλειος δὲ προσκαλεσάμενος τὸ ἑαυτοῦ στράτευμα λόγοις παραινετικοῖς διήγειρεν αὐτούς, λέγων· "ἄνδρες ἀδελφοί μου, λάβωμεν εἰς νοῦν τὸν τοῦ θεοῦ φόβον καὶ ἀγωνισώμεθα τὴν τοῦ θεοῦ ὕβριν ἐκδικῆσαι. στῶμεν γενναίως κατ' ἐχθρῶν τῶν πολλὰ δεινὰ Χριστιανοῖς ἐργασαμένων. αἰδεσθῶμεν τὸ τῶν Ῥωμαίων αὐτοδέσποτον κράτος, καὶ στῶμεν κατ' ἐχθρῶν δυσσεβῶς ὡπλισμένων. λάβωμεν πίστιν τῶν φόνων φονεύτριαν. ἀναλογισώμεθα ὅτι ἔνδον· ἐσμὲν τῆς τῶν Περσῶν γῆς καὶ μέγαν κίνδυνον φυγὴ φέρει. ἐκδικήσωμεν τὰς φθορὰς τῶν παρθένων, τὰ τετμημένα μέλη τῶν στρατιωτῶν ἡμῶν ὁρῶντες πονήσωμεν τὰς καρδίας. οὐκ ἔστιν ἄμισθος ὁ κίνδυνος, ἀλλ' αἰωνίου ζωῆς πρόξενος. στῶμεν ἀνδρείως, καὶ κύριος ὁ θεὸς συνεργήσει ἡμῖν, καὶ ὀλέσει τοὺς ἐχθροὺς ἡμῶν." ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοῦ βασιλέως παραινέσαντος τῷ λαῷ, ἀπεκρίθη αὐτῷ εἷς ὑπὲρ πάντων· "ἥπλωσας ἡμῶν τὰς καρδίας, δέσποτα, τὸ σὸν πλατύνας ἐν παραινέσει στόμα. ὤξυναν οἱ λόγοι σου τὰ ξίφη ἡμῶν, καὶ ἔμψυχα ταῦτα εἰργάσαντο. ἀνεπτέρωσας ἡμᾶς διὰ τῶν ῥημάτων σου.