1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

148

τὸ Χν χαρίζεσθαι· ἐπεὶ τί καὶ τὴν ἀρχὴν ζητεῖ; τί δέ; καὶ ἐγὼ οὐ δύναμαι, παρεὶς ἀκριβοῦν τὰ πράγματα, εἰς ἐγκώμιον οὗ μὴ ἐπίσταμαι θεοῦ τὸν πάντα μου δαπανᾶν χρόνον. καὶ ὁ Πέτρος· Oὔτε τοσοῦτον εἶ μακάριος αὐτὸν ὑμνεῖν, οὔτε μὴν τὸ ἀγαθὸν τοῦτο ποιῆσαι δύνασαι· αὐτοῦ γὰρ πλήρης ἂν ἦς. οὕτω γὰρ ὁ ἀψευδὴς ἡμῶν εἶπε διδάσκαλος· «Ἐκ περισσεύ- ματος καρδίας στόμα λαλεῖ». ὅθεν σὺ περισσευόμενος προαιρέσει κακῇ ἀγνοίας αἰτίᾳ καταλέγεις τοῦ μόνου ἀγαθοῦ θεοῦ, καὶ μήπω κατ' ἀξίαν πάσχων ὧν ἐτόλμησας λέγειν. εἰ κρίσιν οἴει μὴ ἔσεσθαι, τάχα δὴ μηδὲ εἶναι θεὸν νομίζεις. ὅθεν τῆς τοσαύτης αὐτοῦ μακροθυμίας οὐκ ἀντι- λαμβανόμενος ἐπὶ πλεῖον πρὸς ἀπόνοιαν αὑτὸν ἐκτείνεις. καὶ ὁ Σίμων· Μὴ ἔλπιζε φόβῳ δυσωπήσειν με μὴ ζητεῖν σοι τῶν παραδειγμάτων τὰ ἀληθῆ· ἐγὼ γὰρ τοσοῦτον ἀληθείας ὀρέγομαι ὡς αὐτῆς ἕνεκα μὴ ὀκνῆσαι καὶ τὸ κιν- δυνεύειν ἀναδέχεσθαι. πλὴν πρὸς τὰ ἀπ' ἀρχῆς σοι ὑπ' ἐμοῦ προταθέντα, εἴγε εἰπεῖν ἔχεις, ἤδη λέγε. Καὶ ὁ Πέτρος· Ἐπειδὴ τολμᾶν ἡμᾶς ἀναγκάζεις τὰς τοῦ θεοῦ τέχνας ἀκριβῶς ἐφευρόντας λέγειν, καὶ ταῦτα ἀνθρώπους τοὺς μηδὲ τῶν ὁμοίων τὰς τέχνας ἀκριβῶσαι δυναμένους, διὰ γοῦν τοὺς παρεστῶτας ἀντὶ τῆς εὐσεβεστάτης σιγῆς περὶ ὧν θέλεις διαλεχθήσομαι. συνομολογῶ σοι εἶναί τινα κακίας ἡγεμόνα, οὗ τὴν γένεσιν ἡ γραφὴ οὔτε ἀληθὲς οὔτε ψευ- δὲς εἰπεῖν ἐτόλμησεν. πλὴν συνδιαπορήσωμεν πολλαχῶς τὸ πῶς γέγονεν (εἴπερ γέγονεν) καὶ τῶν δοκούντων τὸ εὐφημότερον ἑλώμεθα, ἐπεὶ ἐκ τῶν εἰκότων λαμβάνεται τοῦτο βεβαίως, ὃ μὲν ὅτι θεῷ τὸ εὐφημότερον δοῦναι πρέπει, ταύτῃ μᾶλλον πασῶν ὑπονοιῶν καθαρθεισῶν καὶ ἄλλης ἱκανῆς καὶ ἀκινδυνοτέρας παρακειμένης ὑποψίας. πλὴν ἤδη σοι πρὸ τῆς ζητήσεως ὑπισχνοῦμαι ὅτι πᾶσα ὁδὸς ζητήσεως ἄμεμπτον αὐτὸν μόνον δύναται δεῖξαι τὸν θεόν. πλήν (ὡς ἔφης) ὁ πονηρὸς εἰ γενητός ἐστιν, ἢ ὡς ζῷον γεγέννηται ἢ οὐσιωδῶς ὑπ' αὐτοῦ προβέβληται ἢ ἔξω κέκραται ἢ τῇ κράσει συμβέβηκεν αὐτοῦ ἡ προαίρεσις ἢ ἄνευ κράσεως καὶ θεοῦ βουλῆς συνέβη γενέσθαι ἐξ οὐκ ὄντων ἢ ὑπὸ θεοῦ ἐκ τοῦ μηδαμῆ μηδαμῶς γέγονεν ἢ ἐκτὸς ἦν θεοῦ ἢ ὕλη ἄψυχος οὖσα ἢ ἔμψυχος ὅθεν γέγονεν ἢ ἑαυτὸν δημιουργήσας ἢ ὑπὸ θεοῦ γεγονὼς ἢ τῶν πρὸς τί ἐστιν ἢ αἰεὶ ἦν. εἰπεῖν γὰρ αὐτὸν μὴ εἶναι οὐ δυνάμεθα· συνωμολογήσαμεν γὰρ αὐτὸν ὑπάρχειν. καὶ ὁ Σίμων· Καλῶς πάσας αὐτοῦ τὰς ὁδοὺς διεῖλες, τὸ κεφά- λαιον αὐτοῦ· λοιπὸν ἐμόν ἐστι τὴν διαίρεσιν ἀνακρίναντα δεῖξαί σοι τὸν δημιουργὸν ὑπὸ μέμψιν ὄντα· σοῦ δὲ ἔργον ἀποδεῖξαι αὐτόν, ὡς ὑπέσχησαι, πάσης μέμψεως ἐκτὸς ὄντα· θαυμάζω δὲ εἰ δυνήσῃ. πρῶτον μὲν γὰρ ὁ πονη- ρός, εἰ ἀπὸ τοῦ θεοῦ ζῷον γεγέννηται, ἀκολούθως τῆς αὐτῆς τοῦ προβαλόντος κακίας τυγχάνει. καὶ ὁ Πέτρος· Oὐ πάντως· ὁρῶμεν γὰρ πολλοὺς τῶν ἀν- θρώπων ἀγαθοὺς ὄντας καὶ κακοὺς γεννήσαντας, ἄλλους δὲ κακοὺς ὑπάρχοντας καὶ ἀγαθοὺς ἐσχηκότας, ἑτέρους δὲ κακοὺς ὄντας καὶ ἀγαθούς <τε καὶ κακοὺς> προβαλόντας, ἄλλους δὲ ἀγαθοὺς ὑπάρχοντας καὶ κακούς τε καὶ ἀγαθοὺς τεκνώσαντας. αὐτίκα γοῦν ὁ πρῶτος δημιουργηθεὶς ἄνθρω- πος ἐγέννησεν τὸν ἄδικον Κάιν καὶ τὸν δίκαιον Ἄβελ. πρὸς ταῦτα ὁ Σίμων ἔφη· Ἀνοήτως ποιεῖς περὶ θεοῦ διαλεγόμενος ἀνθρωπίνοις χρώμενος