148
τῆς δουλείας καὶ ἀσεβείας εἰς ἐλευθερίαν καὶ εὐσέβειαν ἐπανάγων, ἀπὸ ἀδικίας εἰς δικαιοσύνην, ἀπὸ θανάτου αἰωνίου εἰς ζωὴν ἀΐδιον. Ταῦτα καὶ τὰ τὰ τούτοις ἀκόλουθα μανθανέτω ἐν τῇ κατηχήσει ὁ προσιών. Προσκυνείτω δὲ ὁ χειροθετῶν αὐτὸν τὸν Θεὸν τὸν τῶν ὅλων δεσπότην, εὐχαριστῶν ὑπὲρ τοῦ πλάσματος, ὅτι κατέπεμψεν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ Χριστόν, ἵνα σώσῃ τὸν ἄνθρωπον ἐξαλείψας τὰς ἀνομίας, καὶ ἵνα ἀφῇ τὰς ἀσεβείας καὶ τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἁγιάσῃ δὲ τὸν ἄνθρωπον κατ' εὐδοκίαν τῆς χρηστότητος αὐτοῦ, συνετίσῃ δὲ τὸ θέλημα αὐτοῦ, καὶ φωτίσῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτοῦ εἰς κατανόησιν τῶν θαυμασίων αὐτοῦ, γνω ρίσῃ αὐτῷ τὰ κρίματα τῆς δικαιοσύνης, ὅπως ἂν μισήσῃ πᾶσαν ὁδὸν ἀδικίας, πορεύηται δὲ τὴν ὁδὸν τῆς ἀληθείας εἰς τὸ καταξιωθῆναι αὐτὸν τοῦ λουτροῦ τῆς παλιγγενεσίας εἰς υἱοθεσίαν τὴν ἐν Χριστῷ· ἵνα σύμφυτος γενόμενος ἐν τῇ ὁμοιότητι τοῦ θανάτου τοῦ Χριστοῦ ἐπ' ἐλπίδι τῆς ἐνδόξου κοινωνίας νεκρωθῇ μὲν τῇ ἁμαρτίᾳ, ζήσῃ δὲ τῷ Θεῷ κατά τε νοῦν καὶ λόγον καὶ πρᾶξιν, καὶ ἐν τῇ βίβλῳ τῶν ζώντων συναριθμηθῇ. Καὶ μετὰ τὴν εὐχαριστίαν ταύτην παιδευσάτω αὐτὸν τὰ περὶ τῆς τοῦ Κυρίου ἐνανθρω πήσεως, τά τε περὶ τοῦ πάθους αὐτοῦ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ ἀναλήψεως. Καὶ ὅταν ᾖ πρὸς αὐτὸ λοιπὸν τὸ βαπτισθῆναι ὁ κατηχηθείς, μανθανέτω τὰ περὶ τῆς ἀποταγῆς τοῦ διαβόλου καὶ τὰ περὶ τῆς συνταγῆς τοῦ Χριστοῦ· δεῖ γὰρ αὐτὸν πρῶτον μὲν ἀποσχέσθαι τῶν ἐναντίων καὶ τότε ἐντὸς γενέσθαι τῶν μυστηρίων, προκαθάραντα ἑαυτοῦ τὴν καρδίαν πάσης κακονοίας σπίλου τε καὶ ·υτίδος καὶ τότε τῶν ἁγίων μεταλαχεῖν. Ὡς γὰρ γεωργὸς ἄριστος ἐκκαθαίρει τὴν ἄρουραν πρότερον τῶν ὑπερφυουσῶν ἐν αὐτῇ ἀκανθῶν καὶ τότε σπείρει τὸν πυρόν, οὕτως δεῖ καὶ ὑμᾶς, πρότερον πᾶσαν ἀσέβειαν ἐξελόντας ἀπ' αὐτῶν, τότε τὴν εὐσέβειαν αὐτοῖς ἐγκαταβάλλεσθαι καὶ τοῦ βαπτίσματος ἀξιῶσαι. Καὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν οὕτως ἡμῖν παρῄνεσεν εἰπών· «Μαθητεύσατε πρότερον πάντα τὰ ἔθνη», καὶ τότε ἐπήγαγεν τὸ «Καὶ βαπτίσατε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Ἀπαγγελλέτω οὖν ὁ βαπτιζόμενος ἐν τῷ ἀποτάσ σεσθαι· Ἀποτάσσομαι τῷ σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ καὶ ταῖς πομπαῖς αὐτοῦ καὶ ταῖς λατρείαις αὐτοῦ καὶ τοῖς