Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
σῶν. Αὐτοὶ συνωπλίζοντο τοῖς Βαβυλωνίοις, καὶ κατεδῄουν τὴν Μωαβιτῶν· εἵποντο γὰρ καὶ αὐτοὶ καίτοι τάχα που καὶ γένος ὄντες, καὶ γείτονες τῇ Μωαβιτῶν. Κέκληντο γὰρ καὶ Ἄραβες καὶ αὐτοί. Ληφθήσεσθαι τοίνυν φησὶ τὴν Νεβρείμ· Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα. Ἄραβας, καὶ λήψονται αὐτήν. Φάραγγα, δὲ κατὰ τὸ εἰκὸς, ὀνομάζει τὴν Νεβρεὶμ, διὰ τὸ ἐν κοίλῳ κεῖσθαι τόπῳ. Καίτοι τῶν ἑτέρων πόλεων ᾐρμένων ὑψοῦ, καὶ ἐν ὄρεσιν οὐσῶν. Ἐπειδὴ δὲ οὐ μέρος ἦν τῆς Μωαβιτῶν τὸ τῷ πολέμῳ συντε- τριμμένον, ἀλλ' ὅλη δι' ὅλου κατεδονήθη τε καὶ σεσά- λευται μεθύοντος δίκην· ταύτῃ τοι φησὶν ἐκ περά- των εἰς πέρατα συναφθήσεσθαι τὴν βοὴν, τῶν ὀλο- λυζόντων δηλονότι, καὶ τὸν τοῖς ἀπολεῖσθαι μέλλουσι θρῆνον ἐκμελετᾷν εἰωθότων. Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος, φησὶ, τῆς Ἀγαλλεὶμ, καὶ ὀλο- λυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλείμ. Τὰς δὲ ἔξω πόλεις, καὶ ἐπ' αὐτοῖς τοῖς τέρμασι κειμένας ὀνομάζει, τήν τε Ἀγαλλείμ φημι, καὶ τὸ φρέαρ τοῦ Ἐλείμ. Τεθεῖσθαι δὲ τὸν θρῆνον εἰς πᾶσαν αὐτῶν τὴν χώραν διαβεβαιούμενος, ὡς ἔφην, εἶτά φησιν, ὅτι Τὸ ὕδωρ τὸ Ῥεμμὼν πλησθήσεται αἵματος. Ἐνυδροτάτην δὲ εἶναι λόγος τὴν Ῥεμμών. Ἀλλὰπλησθήσεται, φησὶν, αἵματος, ἐκεῖνό που λέγων, ὅτι ταῖς τῶν ὑδάτων δαψιλείαις φιλονεικήσει κατὰ τὸν τοῦ πολέμου καιρὸν τῶν πιπτόντων τὸ αἷμα· καὶ πεφοινιγμένοι μὲν ὀφθήσονται ποταμοὶ, κατασκε- δασθήσεται δὲ τῆς γῆς τὸ ὕδωρ, οὐκέτι καθαρὸν, οὔτε μὴν ὕδατος ὄψιν ἔχον, ἀλλ' ἑτερόχρουν καὶ αἱμα- τοειδές. Ληφθήσεσθαι δὲ καὶ αὐτὴν ἐξ Ἀράβων φησὶν, ὥστε ἅπαν μὲν σπέρμα Μωὰβ, καὶ Ἀριὴλ ἐξαρθῆναι, 70.405 τοῦτ' ἔστιν, ἀπολέσθαι τε καὶ δαπανηθῆναι. Τό γε μὴν ὑπολελειμμένον ἀποστελῶ, φησὶν, ὡς ἑρπετὰ ἐπὶ τῆς γῆς. Πικροὶ γὰρ ὄντες ἀεὶ βαδιοῦνται πρὸς αἰχμαλωσίαν, καθάπερ τινὲς ὄφεις ταῖς τινῶν ἐπ- ωδαῖς γεγοητευμένοι, καὶ οἷον ἀπονυστάξαντες, εἰς τὸ ἀσυνήθως ἥμερον. Τὸ γάρτοι λέγειν Ἀποστελῶ, τὸ ἐκπέμψαι δηλοῖ. Ἔθος γὰρ τοῖς ἑλοῦσι χώραν ἢ πόλιν, οὐχὶ πάντας ἄρδην ἀπολύειν ἔσθ' ὅτε, δεδαπανημένης δὲ τῆς μαχιμωτάτης πληθύος, ἐν δορυλήπτων ποιεῖσθαι τάξει τοὺς περιλελειμμένους. Εἰ δὲ χρή τινα καὶ ταῖς ἱστορίαις ἐφαρμόσαι λόγον ἀναγκαῖον, ἰστέον, ὅτι ψυχὴ μὲν τῷ θείῳ φόβῳ τετειχισμένη, ἰσχυρά τέ ἐστι καὶ δυσάλωτος, καὶ τῆς τῶν μαχομένων αὐτῇ κατευμεγεθοῦσα χειρός. Νικᾷ γὰρ ἀρχάς τε καὶ ἐξου- σίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Εἰ δὲ δὴ παρατρέποιτο πρὸς ἃ μὴ προσῆκεν, ἔξω τε τῆς εὐθείας φέροιτο τρίβου, καὶ τὸ Θεῷ δοκοῦν παρατρέ- χουσα, πρὸς τὰ ἐν τῷδε τῷ κόσμῳ καταφέροιτο πάθη, καὶ τὸν τῆς εὐπειθείας ἀποσείσαιτο ζυγὸν, ἀγυμνοῖ πάσης αὐτὴν ἐπικουρίας, καὶ οἷον ἀτείχιστον αὐτὴν ἀποφαίνει, καὶ ἀνασφαλεῖ τοῖς πολεμοῦσιν ἐργάζε- ται, καταλειαίνει τε τὰς ἐφόδους τὰς ἐπ' αὐτῇ τοῖς πάθεσιν, ὡς κατὰ μηδένα τρόπον ἰσχῦσαι διαφυγεῖν. Οὕτω παραδίδονται μὲν εἰς ἀδόκιμον νοῦν, καὶ γεγό- νασιν εὐάλωτοι ταῖς ἐκτόποις ἐπιθυμίαις, σώζει δὲ αὐτὰς οὐδὲν, ἀλλ' εἰσὶν ὑπὸ πόδας ἐχθρῶν, ἀνάνδρως διεῤῥιμμέναι. Ἐὰν μὲν γὰρ κλείσῃ κατὰ τοὺς ἀνθρώ- πους, φησὶν, ὁ τῶν ὅλων Θεὸς, τίς ἀνοίξει, καὶ τὴν παναλκῆ τοῦ παραδεδωκότος πλεονεκτήσει δεξιάν; Μένωμεν τοίνυν ἐν τῷ θείῳ φόβῳ. Κερδανοῦμεν γὰρ οὕτω τῆς ἄνωθεν εὐμενείας τὴν χάριν· καὶ κατανεα- νιευσόμεθα πνευματικῶς, καὶ ἁμαρτίας, καὶ παθῶν, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ὀλίγα κομιδῆ φροντί- ζοντες, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντή- σομεν, τὴν εὐκλεᾶ καὶ δοκιμωτάτην κατορθοῦντες ζωήν. 9Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἔσῃ γὰρ ὡς πτηνοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θυγάτηρ Μωάβ.9 Κατεστράτευσε τῆς Σαμαρείας κατὰ καιροὺς Σαλ- μανασὰρ ὁ Ἀσσύριος, εἷλέν τε τὰς ἐν αὐτῇ πόλεις· καὶ προσέτι τῶν τῆς Ἰουδαίας προσηδίκησε πολλὰς, καὶ δορύληπτον ἀπεκόμισε πληθὺν εἰς τὴν ἑαυτοῦ. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ἐπετώθαζον τῇ Σιὼν ἤτοι τῇ Ἱερουσαλὴμ τὰ Μωαβιτῶν ἔθνη, καὶ πέτραν αὐτὴν ἠρημωμένην ὠνόμαζον, οὐκ