Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ὑψηλὴ καὶ περίοπτος. Ἑτέρως δὲ τῷ θεωρητικωτάτῳ Ἰσραὴλ τὰ μεγαλεῖα τοῦ Θεοῦ γνωρίζονται, καὶ ἡ δύναμις αὐτοῦ τῷ ὑπερκειμένῳ τῶν γεηρῶν. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ. (A f. 344) Οἱ τῆς ἀρετῆς ἐρασταὶ τὸν Θεὸν δι' ἑαυτῶν εὖ βιοῦντες ὑμνεῖσθαι παρασκευάζουσι, καὶ αὐτοὶ δὲ μόνοι θαυμάζουσι τὸν Θεὸν, οἷα δυνάμενοι κατανοεῖν τὰς μεγαλοπρεπεῖς οἰκονομίας αὐτοῦ. Αὐ τὸς οὖν ὁ τοῦ πνευματικοῦ Ἰσραὴλ Θεὸς, ἴσον δὲ εἰπεῖν ὁ τῶν ἁγίων Θεὸς, ἐνισχύσει καὶ τὸν νέον λαὸν, ὥστε πάντα καὶ λαλεῖν καὶ δρᾷν ὑπὲρ τῆς δό ξης αὐτοῦ· καὶ δύναμιν μὲν δώσει εἰς τὸ ῥυσθῆναι τῆς πλάνης τῶν εἰδώλων, κραταίωσιν δὲ εἰς τὸ ἐμ μεῖναι τῇ ἀμωμήτῳ πίστει Χριστοῦ· ὃς εὔνοός ἐστιν, ὡς καὶ πλάσας καὶ ἀναπλάσας καὶ τοσούτων ἀγαθῶν καταξιώσας τὸν λαὸν αὐτοῦ.
ΨΑΛΜΟΣ ΞΗʹ.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τῷ ∆αβίδ. (A f. 344 b. B f. 284 b. G
f. 50) Περιέχει μέντοι 69.1161 ὁ ψαλμὸς προσευχὴν τοῦ Σωτῆρος ἐκ προσώπου τῆς 69.1161 ἀνθρωπότητος προσφερομένην, τάς τε αἰτίας δι' ἃς αὐτῷ τὸν ἐπὶ σταυροῦ κατεσκεύασαν θάνατον, ἔτι τε αὐτὸ τὸ πάθος διηγεῖται σαφῶς, καὶ τὰς μετὰ τὸ πάθος τοῖς Ἰουδαίοις συμβησομένας συμφοράς· πρὸς δὲ τούτοις καὶ εἰσαγωγὴν τῆς εὐαγγελικῆς πο λιτείας, τῆς τε ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείας διδασκαλίαν, εἰς ἣν καὶ περιγράφει τὸν ψαλμόν. Ὅτι δὲ πᾶσαν ἢν ηὔξατο ὁ Σωτὴρ προσευχὴν, ἐκ προσ ώπου τῆς ἀνθρώπου φύσεως ηὔξατο, αὐτὸ τοῦτο ἐπι σημαίνει ἐπὶ τέλους τοῦ ψαλμοῦ, καί φησιν· "Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδη μένους αὐτοῦ οὐκ ἐξουδένωσεν." Ἐπὶ συντελείᾳ γὰρ τοῦ παρόντος αἰῶνος ἐπέφανεν ἡμῖν Θεὸς Κύριος, καὶ τὴν νοητὴν ἀλλοίωσιν ἠλλοιώθημεν, οὐκ ἐξ ἀγα θῶν πεσόντες ἐπὶ τὰ χείρονα, καθὰ καὶ ἐν τῷ Ἀδὰμ, ἀλλ' ἐκ παντὸς κακοῦ μεθιστάμενοι πρὸς πᾶν ἀγα θόν. Γράφει δὲ καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους περὶ Χριστοῦ, ὅτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐ τοῦ δεήσεις καὶ ἱκετηρίας, πρὸς τὸν δυνάμενον σώ ζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνεγκε. Καὶ κατὰ τὸ Εὐαγγέλιον· "Μετὰ ἱδρώτων, ἀγγέλου ἐνισχύοντος, ἐν ἀγωνίᾳ γενόμενος, ἐκτενέστερον προσηύχετο." Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. (A f. 345) Ἔοικε δὲ καὶ ἐκ προσώπου τοῦ Κυρίου λέγεσθαι τὰ συμβάντα, ὅτε γενόμενος ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου. Ἐπειδὴ γὰρ περὶ ἡμῶν ὀδυνᾶται, εἰκότως καὶ εὔχεται ῥυσθῆναι ἐκ τῶν πειρασμῶν τῶν χειμάῤῥου δίκην περικλυσάν των αὐτοῦ τὴν ψυχήν. Καὶ ὁ τύπος δὲ Χριστοῦ, Ἰω νᾶς, "Περιεχύθη μοι ὕδωρ, φησὶν, ἕως ψυχῆς μου." Καὶ ἐν Ἰώβ· "Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲἴχνεσιν ἀβύσσου περιεπάτησας, δι' ὧν τὰ τοῦ ᾅδου χωρία δηλοῦται." (H f. 166) ∆ιὰ τῶν ὑδάτων τοὺς πειρασμοὺς ση μαίνει ἡ θεόπνευστος Γραφή. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. (A f. 345, B f. 285 b, F f. 102. Κυρίλλου, Εὐσε βίου, Θεοδωρήτου.) Ποικίλλει τὸν λόγον ταῖς διαφό ροις εἰκόσιν, οὐχ εὑρίσκων ἀξίαν εἰκόνα τῶν κατ εχόντων τοὺς αἰχμαλώτους ἀνιαρῶν. Αἰνίττεται δὲ καὶ τὰ τοῦ ᾅδου χωρία, ἔνθα μόνος ὁ Σωτὴρ καταβὰς διεξῆλθε. Τὸ δὲ "Ἦλθον," ὅμοιον τῷ, "Ἐγὼ τίθημι τὴν ψυχήν μου ἀπ' ἐμαυτοῦ." Ἑκουσίως δὲ Χριστὸς ὑπέστη τὸν θάνατον, ὃν καταιγίδα καλεῖ. Πρέπουσα δὲ φωνὴ καὶ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαν τι· "Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καται γὶς κατεπόντισέ με." Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. (A f. 346. Κυρίλλου, Γρηγορίου, Εὐσεβίου.) Ἢ ὅτι Εἰ καὶ ἦσάν τινες πλημμέλειαι, δι' ἃς τῷ σταυρῷ 69.1164 με προσήλων, τάχα που σὺ πρῶτος ἔγνως, ὁ Θεὸς, ὃν οὐδὲν οἷόν τε λανθάνειν· ἢ ἀφροσύνην μέν φησι τὴν νομισθεῖσαν παρὰ τοῖς ἀνθρώποις μωρίαν,