Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
βάτος, καὶ ἁγία λοιπὸν ἡ τοῦτον ἔχουσα γῆ, καὶ ἱερὰ τῷ Θεῷ. Καὶ προσιὼν ὁ Μωσῆς ἀνακόπτεται, καὶ τοῦ ποδὸς ἀναλύειν προστάττεται τὸ ὑπόδημα. Νεκρότητος δὲ καὶ φθορᾶς τὸ χρῆμα σημεῖον, εἴπερ ἐστὶ πᾶν ὑπόδημα ζώου λείψανον τεθνειῶτος ἤδη καὶ κατεφθαρμένου. Ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ, καὶ τῇ παιδαγωγικῇ λατρείᾳ. Προαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥῦπον. Καὶ ἔστιν ἀμήχανον, αἷμα ταύρων ἀφαιρεῖν ἁμαρτίαν. ∆ικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ. Κατηργημένης δὲ οὔπω τῆς ἁμαρτίας, ἰσχύειν ἀνάγκη τὴν φθορὰν, καὶ κατακρατεῖν τῶν μεμολυσμένων ἔτι τὸν θάνατον. ∆εῖ δὴ οὖν ἄρα τοὺς ἰδεῖν ἐθέλοντας τὸ Χριστοῦ μυστήριον, τὴν ἐν τύποις καὶ σκιαῖς προαποθέσθαι λατρείαν, τὴν μήτε φθορᾶς, μήτε ἁμαρτίας κρείττονα. Συνήσει γὰρ τότε, καὶ εἰς τὴν ἁγίαν εἰσβήσεται γῆν, τουτέστι, τὴν Ἐκκλησίαν. Ὅτι γὰρ οἱ τῆς κατὰ νόμον λατρείας οὐκ ἐξιστάμενοι κεκράτηνται τῇ φθορᾷ, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Τοῦτο δὲ ἦν τὸ μυστήριον, οὐ παρὰ τοῖς ἐν νόμῳ ποθὲν, ἀλλὰ παρὰ τοῖς τὴν πίστιν ἐκδεδεγμένοις, καὶ ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὴν ἀμείνω τῆς νομικῆς καταπλουτοῦσι παίδευσιν, φημὶ δὲ τὴν εὐαγγελικήν. Ὑπὸ 69.417 φθορὰν οὖν ἄρα καὶ οἶον ἐν νόμῳ τὴν τοῦ θανάτου μητέρα, φημὶ δὴ τὴν ἁμαρτίαν, οὔπω διὰ πίστεως ἀποφορτισάμενοι, καὶ μακρὰν οἱ τοιοίδε Χριστοῦ. Εἰ δὲ βουληθεῖεν ἀπολύσασθαι τὸ ὑπόδημα, τουτέστι, τὴν φθορὰν, τὴν δικαιοῦν οὐκ ἰσχύουσαν, καὶ τὴν ζωοποιὸν ἀληθῶς προσιέμενοι χάριν, ἐγγιοῦσι τότε τῷ δικαιοῦντι τὸν ἀσεβῆ, τουτέστι Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟ∆ΟΝ ΒΙΒΛΙΟΝ Βʹ. Περὶ τῆς θυσίας τοῦ ἀμνοῦ. αʹ. Ὅτι οὖν [ἐν] Χριστῷ δὴ καὶ μόνῳ τὸ τοῦ
θανάτου διαδιδράσκομεν κράτος, καὶ ὡς ὁ σοφὸς ἡμῖν διαγέγραφε μαθητὴς, Οὐκ ἔστιν ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἀνθρώποις, ἐν ᾦ δεῖ σωθῆναι ἡμᾶς, ἀναμάθοι τις ἂν καὶ καθ' ἑτέρους πολλοὺς, εἴπερ ἕλοιτο, τρόπους. Μυρίαι γὰρ ὅσαι παρά γε τῇ θεοπνεύστῳ Γραφῇ λαμπραὶ καὶ διαφανεῖς εἰκόνες, τὴν τοῦ μυστηρίου δύναμιν ἀπαστράπτουσι. Φέρε δὴ οὖν τὰ εἰς τοῦτο χρήσιμα συναγείροντες, καὶ διὰ τῶν ἐφεξῆς δεικνύωμεν. Παρῆλθον μὲν εἰς μέσον Μωσῆς τε καὶ Ἀαρών· ἀφικόμενοι δὲ πρὸς Φαραὼ διαῤῥήδην ἔφασκον· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ. Καὶ εἶπε Φαραὼ, Καὶ τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ. Καὶ λέγουσιν αὐτῷ· Ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. Πορευσόμεθα οὖν ὁδὸν ἡμερῶν τριῶν, ὅπως θύσωμεν τῷ Θεῷ ἡμῶν, μή ποτε συναντήσοι ἡμῖν θάνατος, ἢ φόνος. Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου· ∆ιὰ τί, Μωσῆ καὶ Ἀαρὼν, διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων; Ἀπέλθετε ἕκαστος ὑμῶν εἰς τὰ ἔργα αὐτοῦ. ∆ιαβολικῆς γὰρ ὢν ἔμπλεως ἀπονοίας ὁ ἀπόπληκτος Φαραὼ, τίς ὁ Ἑβραίων Θεὸς οὐκ εἰδέναι φησίν. Ἐπειδὴ δὲ συχναῖς καὶ ἀφορήτοις πληγαῖς κατῃκίζετο, καὶ διώλετο κατὰ βραχὺ τῶν Αἰγυπτίων ἡ χώρα, τοῦτο μὲν εἰς αἷμα μεταστοιχειουμένων αὐτοῖς τῶν ὑδάτων, ἀκρίδος τε καὶ χαλάζης ἐπενηνεγμένης τῇ γῇ, σκνιπῶν, καὶ βατράχων κινουμένων, καὶ μέν τοι καὶ τριημέρου καταχεομένου σκότους, ἀνήσειν μὲν μόλις, οὐχ ἑκὼν ἐπηγγέλλετο, ἦν δὲ ἀτεράμων, καὶ μετὰ τοῦτο πάλιν δεινὸς καὶ ἀπεσκληκὼς, καὶ δυσμετακόμιστος κομιδῇ πρὸς τὸ ἑλέσθαι, φημὶ, τῆς οὕτω μακρᾶς δουλείας ἀπαλλάξαι τὸν Ἰσραήλ. Εἶτα Θεὸς ἐσκέπτετο τοῖς τῶν Αἰγυπτίων πρωτοτόκοις