148
Μακεδόνων θʹ ἐβασίλευσεν Ἀντίπατρος ἡμέρας μεʹ. Μακεδόνων ιʹ ἐβασίλευσε Σωσθένης ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσιαʹ. Μακεδόνων ιαʹ ἀναρχίας ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσιγʹ. Μακεδόνων ιβʹ ἐβασίλευσεν Ἀντίγονος ὁ Γονατᾶς ἔτη μδʹ. τοῦ δὲ κό σμου ἦν ἔτος εσιεʹ. Μήλων παρέδωκε Ῥωμαίοις Τάραντον. Κατὰ τούτους τοὺς χρόνους Πύρρος ὁ Ἠπειρώτης, ὁ καὶ Μακεδόνων βασιλεύσας, πολεμεῖ Ῥωμαίοις προτραπεὶς ὑπὸ Ταραντίνων, καὶ κρατεῖ κατ' ἀρχὰς μὲν τοῦ πολέμου, πρὸς αὐτῇ σχεδὸν γεγονὼς τῇ Ῥώμῃ. τρα πεὶς δὲ ὕστερον φεύγει στρατηγοῦντος Κορνηλίου Λεντέλου τοῦ καὶ τὴν ὑπάτων ἔχοντος ἀρχήν. τὸ δὲ πλεῖστον ἀποβαλὼν τῆς δυνάμεως, οὕς τε εἶχεν ἐλέφαντας, οὐκ ἄλλοτε Ῥωμαίοις ὀφθέντας πρὸ τούτου, διαδιδρά σκει διὰ τῆς θαλάσσης εἰς Ἤπειρον ἐλθών. Πύρρος ὁ Ἠπειρώτης μετὰ τὴν πρὸς Ῥωμαίους μάχην καὶ τὴν ἐκεῖθεν 327 φυγὴν κατὰ Πελοποννησίων ἐπιστρατεύσας ἀναιρεῖται κεράμῳ πληγεὶς τὴν κεφαλὴν ὑπὸ γυναικὸς Ἀργολίδος ἀπὸ στέγους διὰ πυλίδος, εἰσβαλὼν τῇ πόλει καὶ βίᾳ τὸ Ἄργος ἑλεῖν. Μακεδόνων ιγʹ ἐβασίλευσε ∆ημήτριος υἱὸς Ἀντιγόνου· οὗτος Λιβύης πάσης καὶ Κυρήνης ἐκράτησε ἔτη ιʹ, τὴν πατρῴαν τε ἀρχὴν ἀνεκτήσατο. τοῦ δὲ κόσμου ἦν ἔτος εσνθʹ.
ΑΛΕΞΑΝ∆ΡΕΩΝ ΒΑΣΙΛΕΙΣ Ἀλεξανδρείας καὶ Αἰγύπτου αʹ μετὰ τὸν
Ἀλέξανδρον ἐβασίλευσε Πτο λεμαῖος ὁ Λάγου ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εροαʹ. Πτολεμαῖος ὁ Λάγου δόλῳ παραλαβὼν τὴν Ἱερουσαλὴμ καὶ ἀπάτῃ πολ λοὺς ἐκ τῆς Ἰουδαίας μετῴκισεν εἰς Αἴγυπτον, οὓς μετ' αὐτὸν ὁ Φιλ άδελφος Πτολεμαῖος ἠλευθέρωσεν. Ἀλεξανδρείας καὶ Αἰγύπτου βʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσιαʹ. Πτολεμαίου τοῦ Λάγου κεραυνῷ τεθνεῶτος, ὡς προλέλεκται, ἐν τῇ κατὰ τῶν Γαλατῶν μάχῃ, τὴν μὲν Αἰγύπτου ἀρχὴν κληροῦται μετ' αὐτὸν Πτολεμαῖος ὁ Φιλάδελφος παῖς αὐτοῦ, ἀνὴρ τὰ πάντα σοφὸς καὶ φιλοπο νώτατος, ὃς πάντων Ἑλλήνων τε καὶ Χαλδαίων, Αἰγυπτίων τε καὶ Ῥωμαίων τὰς βίβλους συλλεξάμενος καὶ μεταφράσας τὰς ἀλλογλώσσους εἰς τὴν Ἑλλάδα γλῶσσαν, μυριάδας βίβλων ιʹ ἀπέθετο κατὰ τὴν Ἀλεξάνδρειαν ἐν ταῖς ὑπ' αὐτοῦ συστάσαις βιβλιοθήκαις. Οὗτος τὴν Φάρον Ἀλεξανδρείας μεγαλοπρεπῶς ἀνέστησε διὰ Σωστράτου ∆εξιφάνους Κνιδίου, οὗ καὶ τὸ ὄνομα ἐπιγέγραπται ἐν τῷ ὑψηλοτάτῳ πύργῳ τῆς Φάρου οὕτως· Σώστρατος ∆εξιφάνους Κνίδιος σωτῆρσι θεοῖς ὑπὲρ τῶν πλωϊζομένων. Ὁ αὐτὸς τοὺς κατ' Αἴγυπτον αἰχμαλώτους Ἰουδαίους μυριάδας ιβʹ ἐξωνησάμενος ταλάντοις υξʹ ἐκ τοῦ στρατεύματος ἐλευθέρους ἀνῆκε πόθῳ τῆς μεταφράσεως τῶν παρ' αὐτοῖς θείων εἰς τὴν Ἑλλάδα γλῶσσαν, ὑπὲρ 328 ὧν ἀναθήματα πολυτελῆ χρυσῷ πολλῷ καὶ λίθοις τιμίοις ἐμμελῶς κατ εσκευασμένα τῷ θεῷ ἐν Ἱεροσολύμοις ἐξέπεμψεν, Ἐλεαζάρῳ τε τῷ τηνικαῦτα ἀρχιερεῖ δῶρα πλεῖστα, καθὼς ἐν τοῖς Πτολεμαϊκοῖς γέγραπται, πρεσβευσάμενος σταλῆναι τὰς ἱερὰς δέλτους εἰς Ἀλεξάνδρειαν καὶ ἄνδρας ἱεροὺς ἀκριβῶς ἐπιστήμονάς τε αὐτῶν καὶ τῆς Ἑλλήνων ἐμπείρους παι δεύσεως, ὡς ἂν ἀσφαλῶς ἐκ τῆς Ἑβραίων φωνῆς ἑρμηνευθεῖεν αὐτῷ. τοῦτο δ' ἦν, οἶμαι, θείας ἔργον ῥοπῆς πόρρωθεν φιλούσης τῶν μεγάλων πραγμάτων τὰς ὑποθέσεις προκαταλαβέσθαι καὶ τοῖς ἔθνεσι πρὸ τῆς θείας σαρκώσεως ὁδοποιούσης τὴν θεόφραστον παίδευσιν. οʹ γὰρ ἄνδρας ἱεροὺς καὶ σοφοὺς κατ' ἄμφω τὰς γλώσσας ὁ αὐτὸς σοφώτατος βασιλεὺς ἐξ Ἱερουσαλὴμ σὺν ταῖς ἱεραῖς βίβλοις ἐχρυσογραφημέναις ἀποδεξάμενος καὶ τὴν αὐτῶν ἑτοιμότητα πρὸς πᾶσαν φυσικὴν καὶ μαθηματικὴν πεῦσιν ἐκπλαγείς, δώροις πρέπουσι φιλοθέῳ βασιλεῖ καὶ λόγοις ἠπίοις ἐξελιπά ρησε πάσῃ σπουδῇ ταύτας ἀφθόνως ἑρμηνευθῆναι, χωρίον εὐκραέστατον αὐτοῖς ἀφορίσας τὴν Φάρον. Οἱ δὲ θεοφιλεῖς ὄντες καὶ ταῖς ψυχαῖς ἡνωμένοι κατὰ συζυγίας διαιρε θέντες ἐν οβʹ ταῖς ὅλαις ἡμέραις ὁμοφώνως ἐπιπνοίᾳ θεοῦ τὴν ὅλην Ἑβραί ων φωνὴν μετέφρασαν. ἧς ἐπαναγνωσθείσης