148
πρεσβύτερον Ἀνδρόνικον, ὁ νέος ἐπικόπτων βασιλεὺς, ταῦτα μὲν ἔφη καὶ αὐτὸς οἴεσθαι ὀρθῶς ἔχειν, καὶ τούτων ἕνεκα οὐδενὸς τῷ πάππῳ ἐθέλειν ἐγχειρίζειν τὴν ἀρχήν· ἀλλὰ πρώτου μὲν, τοῦ μὴ τοὺς πάντα εὐχερεῖς καὶ φαύλους καὶ διεφθορότας ὡς ἐκ προνοίας αὐτὸς καὶ σκέψεως ἐπιβούλου τὴν ἀρχὴν παρειλόμην, βασιλέως μηδεμίαν πρόφασιν πρὸς τὸν πόλεμον παρεσχημένου, δύνασθαι λογοποιεῖν καὶ πείθειν τοὺς πολλούς· δευτέρου δὲ, τοῦ μάλιστα βούλεσθαι καὶ διὰ σπουδῆς ἔχειν, ἅττα ἂν ᾖ μάλιστα πρὸς ἡδονὴν καὶ τιμὴν τῷ βασιλεῖ, ταῦτα καταπράξασθαι ἐμέ. οἴομαι δὲ μηδὲ βασιλέα πρὸ τοῦ ἄρχειν τῶν πραγμάτων ἕτερόν τι μήτε βούλεσθαι μήτε ἄγειν. κʹ. Αὖθις δὲ ὁ μέγας δομέστικος τὸν λόγον ἀναλαβὼν «Τὴν μὲν ἐμὴν» εἶπεν «εὔνοιαν πρὸς βασιλέα καὶ σπουδὴν, 1.420 καὶ ὡς ἐποιούμην περὶ πλείστου μὴ μόνον ἀνήκεστον οὐδὲν εἰς αὐτὸν ἰδεῖν ἐλθὸν, ἀλλὰ καὶ τῆς ἀρχῆς κρατεῖν καὶ παρὰ πᾶσι καὶ θαυμάζεσθαι καὶ ἐπαινεῖσθαι, οὐδένα μοι μᾶλλον ἢ σὲ οἴομαι συνειδέναι. καὶ ὅτε γὰρ τοῦ πρὸς ἀλλήλους ὑμῶν μάλιστα φυομένου πολέμου ἐβουλευόμεθα περὶ τοῦ ᾗ χρὴ τὸν πόλεμον διαθέσθαι, τῶν ἄλλων παραινούντων εἵργειν, ἢ καὶ ἀποκτιννύναι, καὶ ὀλίγῳ χρόνῳ πολλῶν ἀπαλλάττεσθαι πραγμάτων, οἶσθα ὁπόσα φιλάνθρωπα αὐτός τε ἐβουλεύσω περὶ αὐτοῦ, κἀγὼ συνεῖπον προθύμως καὶ τὸ μέρος συγκατειργασάμην. καὶ ἐπειδὴ πρὸς τὸν πόλεμον καταστάντες περιεγενόμεθα αὐτοῦ καὶ ἅπαξ καὶ δὶς, οἶσθα ὅσην ἐπεδειξάμεθα περὶ αὐτὸν καὶ τὴν εὔνοιαν καὶ τὴν αἰδῶ ἐκ μέσων ἐξαρπάσαντες τῶν κινδύνων· καὶ οὐ μόνον ἐν ἀσφαλείᾳ καταστήσαντες, ἀλλὰ καὶ τὴν πρὶν εὐδαιμονίαν, ὅσα γε ἐξῆν, φυλάξαντες αὐτῷ, τῶν ἄλλων ἁπάντων βουλευομένων τἀναντία καὶ δεομένων πείθεσθαι αὐτοῖς. διό με οὐδὲ οἴεσθαι χρή τινα ἀπεχθείᾳ τῇ πρὸς αὐτὸν τοὺς λόγους ποιεῖσθαι τουτουσὶ, ἀλλὰ τῷ κοινῷ προσέχοντα λυσιτελεῖ· ἄλλως τ' οὐδὲ τῷ μάλιστα τοὺς τρόπους συκοφαντικῷ διαβολὰς ἐξέσται ῥάπτειν, ὡς ἐμαυτῷ περιποιούμενος τὴν βασιλείαν κωλύω τοῦ μὴ ἐγχειρίζειν ἐκείνῳ τῶν πραγμάτων τὴν ἀρχήν. πρότερόν τε γὰρ ἐξῆν, εἴπερ ἐβουλόμην, καὶ νῦν ἔτι κεῖται ἐπ' ἐμοὶ, σοῦ παρασχόντος ἂν προθύμως εἰ βουληθείην· ὥστ' οὐδὲ τοῦ 1.421 ξυνοίσοντος ἰδίᾳ τι ἐμοὶ τοιαῦτα συμβουλεύω. ὅτε τοίνυν ἐξ αὐτῶν ἀποδείκνυται τῶν πραγμάτων, μήτε πρὸς χάριν ἐμαυτῷ μήτε πρὸς ἀπέχθειαν ἐκείνῳ λέγειν, δέον ἤν τι τῶν δεόντων πείθεσθαι φαίνομαι συμβουλεύων. ἔφης τοιγαροῦν δυοῖν ἕνεκα μάλιστα ἐνάγεσθαι πρὸς τοῦτο· τοῦ τε μὴ κακῶς ἀκούειν παρὰ φαύλων ἀνθρώπων καὶ διεφθορότων, καὶ τοῦ μάλιστα βούλεσθαι τῶν πρὸς αἰδῶ καὶ τιμὴν καὶ ἡδονὴν ἐσομένων βασιλεῖ, ὅ,τι ἂν ἐξῇ ποιεῖν· τὸ μὲν οὖν θεραπεύειν βασιλέα, δίκαιόν τε φαίην ἂν καὶ αὐτὸς καὶ σοὶ προσῆκον. ἔξεστι δὲ πολλοῖς τρόποις ἐπιδείκνυσθαι τὴν θεραπείαν. τό, τε γὰρ τιμᾷν ὡς πατέρα ἀναγκαῖον καὶ τὸ πρόνοιαν αὐτοῦ τὴν δυνατὴν ποιεῖσθαι ὥστ' αὐτόν τε καὶ οἰκετικὸν διάγειν ἐν ἀφθόνοις. εἰ δὴ τὰ ἀποτεταγμένα χρήματα αὐτῷ τῆς χρείας δοκεῖ ἐλάσσω εἶναι, φθόνος οὐδεὶς καὶ ἕτερα τοσαῦτα ἢ καὶ διπλασίω προστιθέναι· καὶ ἕτερ' ἄττα ἃ αὐτῷ μὲν ἂν εἴη καθ' ἡδονὴν, βλάβην δὲ ἑτέροις μὴ παρέχῃ. ἄρχοντα δὲ ἀποδεικνύναι τῶν πραγμάτων, οὔτ' ἂν αὐτὸς πεισθείην τῶν κοινῇ λυσιτελούντων εἶναι, οὔθ' ἑτέρῳ συμβουλεύσαιμι. τῶν κακῶν δὲ οὐδένα λόγον οἴομαι ποιεῖσθαι δεῖν. ἢ σχέτλιον ἂν εἴη, εἰ τῶν μὲν ἀγαθῶν οὐδένα ποιησόμεθα λόγον, τοῖς δὲ κακοῖς τοσοῦτον χαριούμεθα, ὥστε καὶ ἃ λυσιτελῆ καὶ δίκαια δοκοῦμεν εἶναι, ταῦθ' ἑκόντες ὄντες προησόμεθα αὐτοῖς. φέρε γὰρ πρὸς θεοῦ, εἴ γε πάντες οἱ τοὺς τρόπους ἀγαθοὶ ἐκκλησίαν συναθροίσαντες, ἡμᾶς ἐπὶ δίκῃ προκαλοῖντο, 1.422 λέγοντες, ὡς, ἄδικα καὶ βίαια ποιεῖτε, πολέμους ἡμῖν ὁμοφύλοις ἐπεγείροντες. εὐθύς τε γὰρ ἐξ ἀρχῆς, ἅμα τῷ βασιλεῖ καθ' ὑμῶν τὸν πόλεμον κεκινηκέναι, ὁρῶντες ὡς ἄδικα πάσχετε ὑμεῖς, συνηλγήσαμέν τε μάλιστα ὑμῖν καὶ συνηγωνισάμεθα προθύμως. καὶ ἐπειδὴ θεοῦ συναιρομένου, ῥᾷστα κεκρατήκαμεν τῶν πολεμίων, δέον ἀπελαύνειν καὶ κακῶς ποιεῖν τοὺς προτέρους ἄρξαντας τῆς