148
σώφρων ην αὐτῷ καὶ πιστή, κατατρυφῶσα δὲ τοῦ ἀνδρὸς δεδουλωμένου διὰ τὸν ερωτα πολλάκις μὲν ἐξύβριζεν εἰς αὐτόν, καὶ τὴν αὐτοῦ δὲ μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ ἐχλεύαζεν. ἐξερράγη δὲ τὸ μῖσος εἰς τοὐμφανὲς ἐκ τοιαύτης λαβῆς. μεσημβρίας ουσης ὁ βασιλεὺς εἰς τὸν θάλαμον εἰσῄει ἀναπαυσόμενος καὶ ἐκάλει τὴν Μαριάμ, ἡ δὲ εἰσελθοῦσα ἐλοιδορεῖτο 1.372 αὐτῷ ὡς τὸν πάππον αὐτῆς καὶ τὸν ἀδελφὸν ἀπο1.372 κτείναντι. ἐχαλέπαινε δὲ ἐπὶ τούτοις ὁ βασιλεύς. καὶ ἡ Σαλώμη τοῦ καιροῦ δραξαμένη, τὸν οἰνοχόον προδιαφθείρασα κατηγορῆσαι τῆς Μαριάμ, πείθει τοῦτον τότε τῷ βασιλεῖ προσελθεῖν καὶ α παρ' ἐκείνης ἐδιδάχθη αὐτῷ διαλέξασθαι. ὁ δὲ δώροις ελεγε παρὰ τῆς Μαριὰμ δεξιωθῆναι, ἀναπειθούσης φίλτρον αὐτῷ δοῦναι· τὸ δ' ειναί τι φάρμακον ου τὴν δύναμιν ἰσχυρίζετο ἀγνοεῖν. τούτων ἀκούσας ὁ βασιλεὺς ετι μᾶλλον κεκίνητο εἰς ὀργήν, καὶ τὸν τῆς γυναικὸς οἰνοχόον, πιστότατον οντα αὐτῇ, ἐβασάνιζεν. ὁ δὲ οὐδὲν περὶ ων ἐβασανίζετο ουτ' ῃδει ουτ' ελεγεν, ἀλλὰ τὸ μῖσος τῆς γυναικὸς εφασκε γενέσθαι διὰ τοὺς λόγους ους ὁ Σόεμος αὐτῇ φράσειεν. ουπω τὸν λόγον εἰς τέλος ἐκεῖνος ηνεγκε καὶ μέγα βοήσας ̔Ηρώδης "οὐκ αν' εφη "Σόεμος τὰς ἐντολὰς ἐξεφαύλισεν, εἰ μή τις αὐτῷ πρὸς τὴν γυναῖκα κοινωνία ἐγένετο." τὸν μὲν ουν Σόεμον εὐθὺς κτανθῆναι ἐκέλευσε, τῆς δὲ γυναικὸς κατηγόρει τοὺς οἰκειοτάτους συναγαγὼν περὶ φίλτρων καὶ φαρμάκων, καὶ ὀργίλως κατ' αὐτῆς διέκειτο. ουτω δ' εχοντα ὁρῶντες αὐτὸν οἱ παρόντες θάνατον ἐκείνης κατεψηφίσαντο. καὶ ἡ μὲν ηγετο τὴν ἐπὶ θανάτῳ, ̓Αλεξάνδρα δ' ἡ μήτηρ αὐτῆς ηδη καὶ περὶ ἑαυτῇ δεδοικυῖα, καὶ τὴν αγνοιαν ων ἡ Μαριὰμ κατηγορήθη ἐμφαίνουσα, ἐκπηδήσασα κακὴν καὶ ἀχάριστον πρὸς τὸν ανδρα τὴν θυγατέρα ἐκάλει, καὶ δίκαια πάσχειν ελεγεν. ἡ δὲ ουτε ταραχθεῖσα πρὸς ταῦτα ουτε λόγον δοῦσα ἀπῄει πρὸς τὸν θάνατον ἀτρεμαίῳ τῷ καταστήματι καὶ γενναίῳ φρονήματι καὶ τὴν εὐγένειαν κἀν τοῖς ἐσχάτοις ἐμφαίνουσα. Καὶ ἡ μὲν ουτως ἀπέθανε τῆς Σαλώμης αὐτῇ 1.373 κατεπειξάσης τὸν θάνατον, ̔Ηρώδης δὲ τότε μᾶλλον ἐξῆπτο πρὸς τὸν ἐκείνης ερωτα, καὶ πολλάκις ἀνακλήσεις ησαν αὐτῆς καὶ θρῆνοι ἀσχήμονες. καὶ ουτως αὐτοῦ τὸ πάθος ἐκράτησεν ὡς καὶ καλεῖν τὴν Μαριὰμ κελεύειν τοῖς ὑπηρέταις. καὶ τέλος ταῖς ἐρήμοις ἐκδοὺς ἑαυτόν, καὶ ταύταις ἐναδημονῶν, δεινῇ περιπίπτει νόσῳ· ἡ δὲ φλόγωσις ην καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή. καὶ ὁ μὲν ουτως ἐνοσηλεύετο, ἡ ̓Αλεξάνδρα δὲ ἐν ̔Ιεροσολύμοις διάγουσα καὶ τὰ τῶν νόσων πυθομένη τοῦ βασιλέως, τῶν περὶ τὴν πόλιν δύο φρουρίων ἐπειρᾶτο κρατῆσαι. ο μαθὼν ὁ ̔Ηρώδης αὐτίκα αὐτὴν ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις διαφυγὼν τὸν ἐκ τοῦ νοσεῖν κίνδυνον χαλεπὸς ην καὶ δυσάρεστος καὶ πρὸς τιμωρίας καὶ φόνους ετοιμος· καὶ οὐ τῶν πολλῶν μόνον ἐγίνοντο φόνοι, ἀλλὰ καὶ τῶν ἀναγκαιοτάτων φίλων αὐτοῦ. παρέβαινε δὲ καὶ τὰ εθη τὰ πάτρια καὶ ξενικοῖς ἐπιτηδεύμασι διέφθειρε τὴν πάλαι κατάστασιν. πρὸς α τὸ πλῆθος τετάρακτό τε καὶ ἐχαλέπαινε. δέκα δὲ ανδρες τῶν πολιτῶν συνομοσάμενοι καὶ ξιφίδια τοῖς ἱματίοις ὑποβαλόντες εἰς τὸ θέατρον ἐχώρουν ἀπὸ συνθήματος η καὶ αὐτὸν τὸν ̔Ηρώδην διαχρησόμενοι η τέως τῶν περὶ ἐκεῖνον πολλούς. φωραθέντες δέ, καὶ μηδ' ἀρνησάμενοι τὸ βούλευμα, ἀλλὰ καὶ τὰ ξίφη ἀναδείξαντες, πᾶσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. τὸν δὲ τούτους καταμηνύσαντα μετὰ μικρόν τινες διαρπάσαντες καὶ μελιστὶ διελόντες κυσὶν ἐπέρριψαν. ους εὑρηκὼς ̔Ηρώδης ἐτιμωρήσατο πανοικί. ἡ δὲ τοῦ πλήθους μῆνις ἐπέμενε. Συνέβη δὲ τότε κατὰ τὴν χώραν πάθη δεινότατα, 1.374 λιμός τε καὶ νόσοι σωμάτων ἐξ ἀσυνήθους διαίτης δι' ενδειαν σιτίων γινομένης, καὶ ἐπὶ τούτοις πᾶσι λοιμός. ̔Ηρώδης δὲ τῷ καιρῷ βοηθεῖν προθυμούμενος ουτε χρημάτων ηὐπόρει, προκαταναλώσας αὐτὰ δι' ἐπίδειξιν εἰς πόλεων ἐπισκευάς, ουτε αἱ πλησιάζουσαι χῶραι σῖτον ειχον, τῆς αὐτῆς ἐνδείας καὶ ἐν ἐκείναις ἐπικρατούσης. τέως δὲ ὡς αν δύναιτο βοηθεῖν ἐγνωκώς, τὸν οντα κατὰ τὰ βασίλεια κόσμον συγκόψας εἰς