148
καὶ ἐγγείνονται. ̓Εγκατέσκηψαν. ἐφώρμησαν, ἐπέδραμον. ἐπεδράξαντο. τὰ Αἰγυπτίων κακὰ ἐν τῇ ̓Αλεξανδρείᾳ πόλει ἐγκατέσκηψε καὶ τῇ ̔Ρώμῃ. ουτως φησὶν Οὐάρων. ̓Εγκατειλημμένην. ληφθεῖσαν. ̓Εγκατειλεγμένοσ. τεταγμένος. ̓Εγκατελέγησαν. ᾠκοδομήθησαν. ἐγκατελέγησαν λίθοι. αἱμασιάς τε λέγων. ̓Εγκανάξαι. ἐνσεῖσαι. ἐγχέαι. πεποίηται δὲ ἡ λέξις. ̓Αριστοφάνης· epsilon.607 ιθι νῦν ακρατον ἐγκάναξόν μοι πολύν· ελκυσον· ἐκρόφησον· εκπιε. παρὰ τὸ κανοῦν. ητοι ἐγχέαι. οἱ δὲ στρατιῶται ἐπὶ τοῦ θορύβου τάττουσι τὴν λέξιν. παρὰ τὴν καναχὴν, ο σημαίνει τὸν κτύπον. ἐγκανάξαι ουν τὸ ἐγχέαι μετὰ ψόφου, ο ἐστι πολὺ, ωστε καὶ ἠχεῖν καὶ θορυβεῖν. * ̓Εγκύρσαι. ἐντυχεῖν.* ̓Εγκαθίζουσα. ἐνεδρεύουσα. καὶ ἐγκάθηται ἀντὶ τοῦ ἐνεδρεύει. ̓Εγκαθιέμενοι. ἀφιέντες. ̓Εγκαλλωπισαμένου. ἐναβρυνομένου. ̓Εγκαθειργνύντεσ. ἐναποκλείοντες. η καὶ κωλύοντες. ̓Εγκαυχᾷ. μεγαλαφρονῇ. ̓Εγκαλύπτεται. ὑποστέλλεται, αἰσχύνεται. ̓Εγκεκαυμένη. ἐζωγραφημένη. ἐπεὶ καὶ ἐγκταὶ λέγονται οἱ ζωγράφοι, οἱ διαγράφοντες τοὺς τοίχους. ισως παρὰ τὸ κῶ τὸ κοιλαίνω. ̓Εγκεκοισυρωμένοσ. ὁ ὑπερηφανευόμενος. ̓Εγκεκορδυλημένοσ. ἐγκεκαλυμμένος, ἐντετυλιγμένος καὶ συνεστραμμένος, ωστε μηδ' ἀνθρώπου σχῆμα δηλοῦν. ουτως Ἀριστοφάνης κέχρηται τῇ λέξει. παρὰ τὴν κορδύλην, ητις epsilon.608 ἐστὶν οιδημα τῆς κεφαλῆς ὑπὸ πληγῆς γενόμενον. ειρηται γὰρ παρὰ τὸ κάρα. καὶ γὰρ κορδύλην λέγουσιν οἱ Κύπριοι τὸ ἐνείλημμα τῆς κεφαλῆς, οπερ ̓Αθηναῖοι κρωβύλην καλοῦσι, Πέρσαι δὲ κίδαριν. ῥητορικὴ ἡ λέξις. ̓Εγκεκύκλησαι. ἀνέστρεψαι. ̓Αριστοφάνης· οὐκ οιδ' οπη ἐγκεκύκλησαι. ̓Εγκεντρωθείσ. ἀσφαλισθείς. ̓Εγκέχοδα. διὰ φόβον τινὰ εχεσα. ἀπεπάτησα. ̓Εγκονεῖν. τὸ σπεύδειν, τὸ ἐνεργεῖν. ἀπὸ τοῦ κόνις κονῶ καὶ ἐγκονῶ· οἱ γὰρ ἐπειγόμενοι τὶ πράττειν κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν. Εγκειται. ἐπίκειται. ̓Εγκισσῶσιν. ἐπιθυμοῦσι συλλαμβάνειν. ̓Εγκομβώσασθαι. στολίσασθαι. ̓Εγκουλεήσατο. καθῆκεν εἰς τὸν κουλεὸν τὸ ξίφος. ̓Εγκιλικίζεται. κακοηθεύεται. κακοποιεῖ. τοιοῦτοι γὰρ οἱ Κίλικες. ̓Εγκωμιάζει. ἐπαινεῖ, δοξάζει. ̓Εγκραγών. λόγοις ἐξαναστὰς, λοιδορησάμενος. συντάσσεται δὲ μετὰ δοτικῆς. ̓Εγκραγγάνειν. ἐμβοᾷν. epsilon.609 ̓Εγκρίνει. συντάττει. ουτι που τοὺς μὲν ἐγκρίνει, τοὺς δὲ ἀποκρίνει. ̓Εγκυρῆσαι. ἐντυχεῖν. ουτως Κρατῖνος. ̓Εγλιξάμην. ἐπεθύμησα. ουτω Πλάτων. Εγνω. ἀντὶ τοῦ εκρινεν. εγνω ουν ὁ βασιλεὺς αὐτοὺς ἀδικεῖν. καὶ εγνωσαν ἀντὶ τοῦ εκριναν. καὶ τὸν Μάγκινον τοῖς Νομαντίνοις ἐκδοθῆναι εγνωσαν. ̓Εγνωμάτευεν. ἀντὶ τοῦ βουλὰς ἐδίδου καὶ γνώμας. ὁ δὲ ἐγνωμάτευε, πάντη ἀξύμφορον ειναι Πέρσαις φιλίαν θέσθαι, ὡς πρὸς Τούρκους. ̓Εγνωσμένον. βεβουλευμένον. ὁ δὲ φράζει, καὶ ἐγνωσμένον αὐτῷ ειη. η κεκριμένον. ἐγνωσμένον δὲ ειναι σφίσιν, ἐπειδὰν ἐλάσωσιν αὐτοὺς οἱ Μαυρούσιοι. ̓Εγρηγορώσ. αγρυπνος διατελῶν. ̓Εγρήγορα χρὴ λέγειν, οὐ γρήγορα. καὶ τὰ παρελυληθότα ἐγρηγόρει καὶ ἐγρηγόρεσαν. φησὶν ὁ κωμικός· εως διέλαμψεν ἡμέρα ἐγρηγόρησεν. epsilon.610 καὶ τὸ προστακτικὸν ἐγρήγορθι. καὶ τὸ ὑποτακτικὸν, ἐὰν ἐγρηγόρῃ. παροξυτονοῦντες λέγουσιν. ̓Εγχανών. καταγελάσας. ̓Αριστοφάνης· οὐδ' ἐγχανὼν τεθνήξει. Εγχει. εμβαλε. ̓Εγχεῖν. ἐγκεράσαι η ἀντὶ τοῦ σπεῖσαι. Ξενοφῶν· ὁ δὲ τοῖς νεανίσκοις ἐγχεῖν ἐκέλευσεν. ̓Εγχρίπτω. πλησιάζω, προσεγγίζω. καὶ ἐγχριφθεῖσα. ̓Εγχρίψαι. ἐμπεσεῖν· παραπολαῦσαι. παρ' ̔Ηροδότῳ. ̓Εγχυτρίζειν. ἀποκτείνειν. ἐπὶ τῶν ἐν χύτραις ἐκτιθεμένων βρεφῶν. ῥητορικὴ ἡ λέξις. Εγρετο. ἀπὸ τοῦ ἐγείρετο, κατὰ συγκοπήν. ̓Εγρήγορθα. ἰστέον, οτι τὸ ἐγρήγορθα ἀπὸ τοῦ ἐγείρω. ὁ παρακείμενος ηγερκα, ηγορα, καὶ ὁ ἀττικὸς ἐγρήγορα καὶ πλεονασμῷ τοῦ ˉρ καὶ ἐπενθέσει τοῦ ˉθ ἐγρήγορθα. epsilon.611 ̓Εγρηγορῶ. ἀπὸ τοῦ ἐγείρω, ηγερκα, καὶ ὁ μέσος ηγερα, καὶ τροπῇ τοῦ ˉε εἰς ˉο καὶ πλεονασμῷ τοῦ ˉε ἐγρήγορα. ἀπὸ δὲ τοῦ ἐγρήγορα καὶ ἀπὸ τοῦ ἐγείρω κατὰ συγκοπὴν εγρω. ̔Ηρωδιανὸς περὶ παθῶν. ̓Εγῷδα. ἐγὼ γινώσκω. ἐγῷδα τοῦτον καὶ διέσκεμμαι πάλαι ανθρωπον ἀγριοποιόν. ̓Εγῷμαι. ἐγὼ οιμαι, καὶ