καθεύδεις γράφων μοι μετὰ πολλοῦ τοῦ θράσους καὶ τῆς συνήθους στυγητῆς ἀμαθοῦς ἀπονοίας ἰάμβους ὧν οὐδέποτε πεῖραν ἔσχηκας ὅλως; Ἄπελθε, κλαῦσον, ἄθλιε, νῦν σου τὴν ἀμουσίαν ἥν τε κακῶς ἐπλούτησας μεγάλην ἀγνωσίαν· ἄπελθε, στέναξον πικρῶς καὶ τύψον εἰς τὸ στῆθος καὶ μετανόησον θερμῶς ἐξ ὅλης τῆς καρδίας. οἶνον ἐχρῶ καρηβαρῶν ὅτ' ἦν καιρὸς μελέτης· βίβλοι γάρ σε παρέδραμον ὧν ἀριθμὸς οὐκ ἔστιν, καὶ σὺ δ' ἐκτάδην ἔκεισο ῥέγχων ἐπὶ τῆς κλίνης καὶ φανταζόμενος οὐδὲν ἡμέραν τε καὶ νύκτα. οἱ γὰρ βουλόμενοι αὐτοὶ καὶ στίχους ἐπιστέλλειν, καὶ τότε πρὸς τοὺς ἔχοντας κειμένους τούσδ' ἐκτάδην, προσήκει τούτους εὐφυῆ πρὸ πάντων φύσιν ἔχειν, ἔπειτα μέντοι καὶ φωνὰς καὶ γλώσσας καὶ τὰς λέξεις εἰδέναι τῆς γραμματικῆς (πέντε γάρ εἰσιν αὗται, Ἰωνική, ∆ωρίς, Ἀτθίς, Αἰολικὴ κοινή τε), μαθεῖν δὲ καὶ τὴν δύναμιν τῶν λεγομένων χρόνων, παρῳχηκότος, μέλλοντος, ἐνεστῶτος, ὁμοῦ τε τῶν ὀνομάτων ἀκριβῶς καὶ κλίσεις καὶ κανόνας. 69 Τοῦ Ψελλοῦ εἰς τὸν χαιρετισμόν Τὸ χαῖρε τὴν σύλληψιν εὐθὺς μηνύει· νάρκωσιν ἡ σύλληψις αὖθις εἰσάγει. τὸ πῦρ δὲ Χριστὸν συλλαβοῦσα παρθένος ἄφλεκτος ὤφθη χρυσοειδεῖ καρδίᾳ. 70 Εἰς τὴν γέννησιν Πατὴρ θεός μου καὶ τεκοῦσα παρθένος· θεὸς γάρ εἰμι καὶ βροτὸς κατ' οὐσίαν. βρέφος γάρ, ἀλλ' ἄναρχος ὡς θεὸς λόγος· Χριστὸς μέν, ἀλλ' ἔνσαρκος ὡς βροτὸς φύσει. 71 Εἰς τὴν ὑπαπάντην Ἄνω πατήρ σε καὶ κάτω μήτηρ φέρει, κόλποις ἐκεῖνος, ἀγκάλαις ἡ παρθένος. τὸν τοῦ νόμου λάτριν τε τῆς σαρκὸς λύων ἐλευθεροῖς ἅπασαν ἡμῶν τὴν φύσιν. 72 Εἰς τὸ βάπτισμα Ὅλον με σαυτῷ προσλαβὼν κατ' οὐσίαν πλύνεις με λαμπρῶς ὕδασι ζωηρρύτοις. αὐτὸς γὰρ ὢν φῶς οὐ δέῃ καθαρσίων, ἐμοὶ δὲ πηγὰς ἐκχέεις σωτηρίου. 73 Εἰς τὴν μεταμόρφωσιν Ἔσωθεν ἐξέλαμψας ὡς θεὸς φύσει καὶ σαρκὸς ἠλλοίωσας ἀρρήτως φύσιν. τῆς ἀστραπῆς δὲ μὴ φέροντες τὴν φλόγα πίπτουσιν εἰς γῆν οἱ μαθηταί σου, λόγε. 74 Εἰς τὰ βάια Τὸ τῶν ἐθνῶν φρύαγμα πῶλος εἰκότως, ἡ τῶν ὁδῶν στρῶσις <δὲ> κόσμησις βίου. τὰ νήπια φρόνιμα διπλόης ἄνευ. σὺ νῦν βασιλεὺς Ἰσραὴλ νοουμένου. 75 Εἰς τὴν σταύρωσιν Ὑψούμενος πτεροῖς με πρὸς πόλον, λόγε, σταυρούμενος νεκροῖς με γνωστικοῖς τρόποις. νεκροῖς με <καὶ> ζωοῖς με μυστικῷ βίῳ. σταυρούμενος σφίγγεις με πρακτικοῖς τόνοις. 76 Εἰς τὴν ἀνάστασιν Τὴν σάρκα θάψας σῇ ταφῇ ζωηφόρῳ καινόν με νῦν ἄνθρωπον ἐκ γῆς δεικνύεις. ῥήξας γὰρ ᾅδου τὴν νοητὴν γαστέρα ἐκ τῆς πλάνης ἤγειρας ὥσπερ ἐκ τάφου.