15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὥστε ὑψηλῶς εἴρηται καὶ μεγαλοπρεπῶς τῷ πατρὶ τὸ «ἐσταυρῶ σθαι τῆς δόξης τὸν κύριον». οὐ γάρ, ὥς τινες ᾠήθησαν, κατὰ τὴν τοῦ με ρικοῦ ἀνθρώπου ἰδιότητα ἡ τῆς οἰκονομίας ἕνωσις γέγονεν· ἐνταῦθα μὲν γὰρ οὔτε τὸ σῶμα ψυχὴ λέγοιτ' ἄν ποτε οὔτε ἡ ψυχὴ σῶμα κατονομάζοιτο, ἐκεῖ δὲ καὶ τὸν θεὸν ἄνθρωπον λέγομεν καὶ τῷ ἀνθρώπῳ τὸ τοῦ θεοῦ ἀντιδιδόαμεν ὄνομα· κἀνταῦθα μὲν οὐδέτερον ἑτέρου πρεσβύτερον λέγομεν (Ἑλληνικῆς γὰρ δόξης ἡ προΰπαρξις τῆς ψυχῆς, ἡμεῖς δέ φαμεν ὁμοῦ συνεστηκέναι τὰς φύσεις «ἐν τῷ ἐργαστηρίῳ τῆς φύσεως»), ἐνταῦθα δὲ οὐκ ἦν ὅτε οὐκ ἦν ὁ σαρκωθεὶς λόγος, τὸ δὲ πρόσλημμα ὕστερον καὶ «ἀπὸ Μαρίας ἀρχόμενον». Πλείους δὲ καὶ ἕτεραι περὶ τούτων διαφοραί. ἀλλ' ἐπειδὴ μηδὲν πρὸς τὸν λόγον ὃ προβεβλήκατε πρόβλημα, ἐν παρεκβάσει δὲ τούτων ἐπεμνή σθην, ὁμοῦ τε τοῖς εἰρημένοις ἀρκεσθησόμεθα καὶ τὸν λόγον ἐνταῦθα προσορμίσομεν.
66 πβʹ. Ἐκ τοῦ «Πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι»
∆εινόν ἐστιν ὡς ἀληθῶς καὶ ὑμᾶς παιδίων δίκην πρὸς τὸν διδάσκαλον
κλαυθμυρίζεσθαι, ὅτι μὴ τὸ «δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι» διεγνώκατε. οὐκ ἠξίουν δέ γε ὑμᾶς ἐγώ, φιλοσόφους ὄντας, μέχρι το σούτου κατενεχθῆναι τὴν γνώμην, ὥστε τοῖς πολλοῖς λόγοις ὑπάγεσθαι καὶ ἄπορον ἡγεῖσθαι τὴν ἐν τούτοις ἔννοιαν. αὐτὸς γάρ, ἵνα παρὰ τὰς τῶν πολλῶν ὑπολήψεις ἐρῶ, οὐδενί πω ἄλλῳ τῶν θεολογικῶν ῥᾴονι καὶ ταπεινοτέρῳ νοήματι ἐντετύχηκα· ἀλλ' αἱ τῶν πολλῶν ἀκοαί, ἀμελέτητοι οὖσαι τῶν ἐν τοῖς λόγοις ῥητορειῶν, βεβυσμέναι πως ἐνταῦθα τυγχά νουσιν, οὐ κηρῷ τοὺς οἰκείους πόρους ἀποφραξάμεναι, ἀλλ' ἀμαθίᾳ προκατασχοῦσαι, ἵνα μὴ τὰ τῆς θεολογικῆς σειρῆνος δέξωνται θέλγητρα. ὅτι δὲ οὐ μάτην, οἶμαι, οὐδὲ κατὰ τοὺς σοφιστὰς «τὰ μὲν κοινὰ καινῶς» ἑρμηνεύω, «τὰ δὲ καινὰ κοινῶς», ἡ πεῖρα δώσει τὸν ἔλεγχον. Ὑμεῖς μὲν γὰρ ἐντεῦθεν οἴεσθε τὴν ἀρχὴν τοῦ νοήματος εἶναι καὶ ἀπὸ τοῦ «δεινὸν γὰρ ἦν» τοῦ νοήματος τεκμαίρεσθαι τὴν δεινότητα, ὁ δὲ τῆς ἀληθείας λόγος μέρος τι τοῦτο τοῦ παντὸς ἡγεῖται νοήματος. καὶ ἵνα καθ' ὁδὸν ὁ λόγος προΐῃ, ἀναποδίσατέ μοι τοῦ λόγου μικρὸν καὶ τῷ διαπορουμένῳ ῥητῷ ἐκεῖνο συνάψατε, «ἵνα θεοῦ κλαίοντος ἠχὴν συγκαλύ ψωσιν, ὥστε πατέρα λαθεῖν μισότεκνον». τοῦτο δὲ πρὸ τῆς καθεξῆς ὑφη γήσεως ὑμᾶς ἐπίστασθαι βούλομαι, ὡς αἱ τῶν λόγων κατασκευαὶ πῇ μὲν πᾶσαν τὴν σύμφρασιν τοῦ προηγουμένου κατασκευάζουσι, πῇ δὲ μέρος τι τῆς ὅλης ἐννοίας ἢ λέξιν τινὰ ἐν μέσῳ περερριμμένην, δι' ἣν ὁ τῆς κατασκευῆς λόγος προέρχεται. ἀμέλει τοι τὸ «οἶμαι γάρ, εἴ τις τῆς ἐν λόγοις δυνάμεως πεῖραν ποιούμενος» καὶ τὰ ἑξῆς οὐ πρὸς τὸ «ἔμελλεν ἄρα» τὴν ἀναφορὰν ἔχει, ἀλλὰ πρὸς τὸ «μεγίστην <ὑπόθεσιν>« ἐν μέσῳ κείμενον τῆς προτάσεως ἀποδέδωκε. τοῦτο γοῦν ποιῶν κἀνταῦθα ὦπται ὁ μέγας πατήρ. ἐπειδὴ γὰρ «ἠχὴν» ἐπὶ κλαίοντος παιδὸς εἴρηκε, πρὸς τὴν «ἠχὴν» ἀπαντήσας, ἐπήγαγε τὸ «δεινὸν γὰρ ἦν». ἐπεὶ γὰρ σάλπιγξι μᾶλλον ἢ παισὶ κατάλληλος ἡ ἠχή, ἵνα μή τις περὶ τοῦτο ἐργολαβοίη καὶ τὸν μέγαν ἐπαιτιῷτο, διότι ποτὲ «ἠχὴν» ἐπὶ κλαίοντος παιδὸς εἴρηκεν, ἐπήγαγε τὸ «δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι», προσθεὶς «τὸν ὡς λίθον καταποθέντα», τὸ ἀμήχανον ὑμῖν τοῦτο καὶ ἄπορον νόημα. Τὸ δὲ τοιοῦτόν ἐστιν. ὁ Κρόνος (ἀλλά μοι τῆς μυθικῆς ἀνάσχοισθε διηγήσεως), ἐπειδὴ τὸν λίθον ἐν σπαργάνοις ἀντὶ τοῦ παιδὸς κείμενον πέπωκεν ὑγροῦ δίκην ὑφαρπάσας διὰ τὴν δύναμιν, αὐτῷ τούτῳ ᾧ ἠπατήθη μὴ ἐξηπατῆσθαι ἔδοξε. στερρότητος γὰρ ἐν τῇ