148
ἐπιφάνειαν, δίκαιον αὐ τὸν κριτὴν ἐπιστάμενοι. ∆ιὰ γὰρ τῆς τῶν χηρῶν κη δεμονίας, καὶ τῆς τῶν ὀρφανῶν ἐπιμελείας, τὸ δί καιον αὐτοῦ τῆς προνοίας ἐδήλωσε. Ταύτην τῶν δαι μόνων τὴν ταραχὴν καὶ τὸ δέος, καὶ τῶν θείων Εὐαγγελίων ἡμᾶς ἡ ἱστορία διδάσκει· Ἀκούομεν γὰρ αὐτῶν λεγόντων· "Τί ἡμῖν καὶ σοὶ, υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς"-"Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ." Ἐπειδὴ εἶπεν· "Ἀναστήτω ὁ Θεὸς," καί· "Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν," εἰκότως τοῦτο προστέθεικε, μονονουχὶ λέ γων, Μηδεὶς ἡγείσθω τὸν τῶν ὅλων Θεὸν μετα βάσει χρώμενον τὰς οἰκονομίας ποιεῖσθαι. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· "Οὐδεὶς ἀνα βέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ κα ταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ." 80.1380 Καὶ διὰ τούτων γὰρ τὸ τῆς θείας φύσεως ἀπερί γραφον ἔδειξε· καὶ ἐδίδαξεν, ὡς κατελήλυθε, καὶ κάτω διάγων, καὶ τοῖς ἀνθρώποις συμπολιτευό μενος, καὶ ἐν οὐρανῷ ἦν, καὶ τοῦ Πατρὸς οὐκ ἐκε χώριστο. ζʹ. "Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ· ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις." Μονοτρόπους καλεῖ, τοὺς ἕνα σκοπὸν ἔχοντας, καὶ τῆς ἀρετῆς μόνης ἐπιμελεῖσθαι προαιρουμένους, καὶ μὴ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα προαιρουμένους. Τούτους ἐν τῷ οἴκῳ τῷ θείῳ κατοικίζεσθαι λέ γει. Πεπεδημένους δὲ, τοὺς τὰ τῆς ἁμαρτίας πε ρικειμένους δεσμά· οὓς λυομένους ἀνδρείους ἀποτε λεῖσθαι προείρηκε. Τοιοῦτος ἦν ὁ Ματθαῖος, τοιοῦτος ὁ Ἰάκωβος ὁ Ἀλφαίου, τοιοῦτος ὁ Ζακχαῖος· οἳ τῶν τῆς ἀδικίας ἀπαλλαγέντες δεσμῶν, ἀνδρικῶς μάλα τὸν κατὰ τοῦ πεδήσαντος ἀνεδέξαντο πόλεμον. Οὐ μόνον δὲ, φησὶ, τοὺς πεπεδημένους ἀνδρείους ἐργά ζεται· ἀλλὰ καὶ τοὺς εἰς ἄκρον δυσσεβείας ἐλη λακότας, καὶ ὡς ἐν τάφοις δυσώδεσι, τοῖς οἰκείοις σώ μασι κατοικοῦντας. Καὶ τούτους γὰρ μετ' ἐκείνων ἀξιώσει τῆς σωτηρίας. ηʹ, θʹ. "Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν." Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὁ Θεὸς, προερχομένου σου πρὸ τοῦ λαοῦ σου, βαίνοντος διὰ τῆς ἀοικήτου, γῆ ἐσείσθη, οὐρανὸς δὲ ἔσταξε. Μέλλων, φησὶ, διαβαίνειν εἰς τὴν ἔρημον ἐκείνην καὶ ἀοίκητον, καὶ μηδέπω δεξαμένην τοῦ φωτὸς τὴν ἀκτῖνα, ἐκλόνησας μὲν τὴν γῆν, καὶ συνέσεισας· οὐρανόθεν δὲ τὰς τῆς χάριτος ψεκάδας ἐπέσταξας Γέγονε δὲ τὸ μὲν ἐπὶ τοῦ σταυροῦ· τότε γὰρ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐῤῥάγησαν· [καὶ τὸ πᾶν τῆς γῆς ἐκλονεῖτο, τὸν ∆ημιουργὸν τοῦ παντὸς αἰ σθήσει τινὶ θεώμενον, ἐπὶ σταυροῦ κρεμάμενον·] τὸ δὲ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον. Τηνικαῦτα γὰρ ἐπεφοίτησεν ἡ τοῦ Πνεύματος χάρις, οἷόν τινας δρόσου ψεκάδας μιμουμένη, τοῖς ἀποστόλοις. Εἶ τα σαφέστερον Ἰουδαίους διδάσκων τὸν πάντα ταῦ τα δρῶντα, ἐπήγαγεν. "Ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ· ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ." Ὁ 80.1381 γὰρ ἐν τῷ Σινᾶ ὄρει, φησὶ, τοῖς ἡμετέροις προγό νοις φανεὶς, οὗτος καὶ τὴν γῆν ἔσεισε παρὰ τὸν τοῦ πάθους καιρὸν, τὴν ὑμετέραν διελέγχων μανίαν, καὶ τὴν τοῦ Πνεύματος ἐδωρήσατο χάριν. ιʹ. "Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονο μίᾳ σου." Ἅσπερ ἄνω ψεκάδας ἐκάλεσεν, ἐν ταῦθα ὑετὸν προσηγόρευσε. Πρὸς γὰρ τὴν χρείαν τῶν μανθανόντων ἐχορηγεῖτο τοῖς διδασκάλοις ἡ χά ρις. Ὑετὸν γὰρ τῆς διδασκαλίας τὴν ἀρδείαν καλεῖ· ἑκούσιον δὲ αὐτὴν προσηγόρευσε, διὰ τὸ τῆς γνώ μης αὐθαίρετον. Οὐ γὰρ ἀνάγκῃ τις ἄρδεται, ἀλλὰ τῇ διδασκαλίᾳ πειθόμενος, ἀπολαύει τῆς χάριτος. "Καὶ ἠσθένησε· σὺ δὲ κατηρτίσω αὐτήν." Ἠσθε νηκέναι οὐ [βροχὴν, ἀλλὰ] τὴν κληρονομίαν ἔφη ἀσθένειαν δὲ τὰς τῶν δυσσεβῶν ἐπαναστάσεις ἐκά λεσεν. Οὕτως καὶ ὁ Κύριος πρὸς τὸν Παῦλον ἔφη· "Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀλλὰ καὶ ἐν τῷ τῆς ἐπανα στάσεως καιρῷ, σὺ βεβαιοῖς καὶ στηρίζεις τοὺς ἀθλητάς. Τούτους γὰρ ἔχεις κληρονομίαν, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου, τὰ πέρατα τῆς γῆς." Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἣν ἐξεποίησας καὶ ἥδρα σας· Ὁ δὲ