148
τῶν πτωμάτων τόπους) μετὰ ἑνὸς πάντως ἢ δύο ἀδελφῶν σου· γέγραπται γὰρ οὐαὶ τῷ ἑνί, ὅτι ἐὰν πέσῃ οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν· ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα δέ, φησίν, ἀντίκειται ἀλλήλοις. μὴ τὴν νικῶσαν τῇ σαρκὶ δῶμεν ῥοπὴν (ἄξει γὰρ ἡμᾶς εἰς πυθμένα ᾅδου), ἀλλὰ τῷ πνεύματι· ζησόμεθα γὰρ ἐν τούτῳ εἰς αἰῶνας εὐφραινόμενοι. διὸ μέτρῳ καὶ σταθμῷ ἐσθίωμεν καὶ πίνωμεν καὶ ὑπνώττωμεν· τῷ νικῶντι ὁ στέφανος. μὴ οὖν καταισχυνθῇς, τέκνον μου, ἀλλ' ἐν παντὶ σύστησον ἑαυτὸν ἄμεμπτον, ὡς θεοῦ διάκονον. ζηλῶν ζήλου τῷ Κυρίῳ ἐν τῇ ὀρθοδοξίᾳ, ὅτι ἡ ἄρνησις αὐτοῦ ἐν τῇ εἰκόνι αὐτοῦ γίνεται τοῖς νυνὶ διώκταις· φεῦγε πάσης κοινωνίας αὐτῶν ὡς ἰὸν ὄφεως. εἴη σοι Χριστὸς βοηθὸς ἐν πᾶσιν. Ἀπεδεξάμην καὶ τὰς νῦν εὐλογίας σου ὥσπερ καὶ τὰς πάλαι, καὶ ἀντευλογήσειέν σε ὁ θεὸς τοῦ πατρός μου. προσαγόρευσον τὸν ἀδελφὸν Ἐλευθέριον καὶ εἰπὲ αὐτῷ ὅτι ἀνέπαυσάς με λίαν ἐν οἷς εἰργάσω ὑποδήμασι τῶν ἀδελφῶν σου, ὑπακούσας τῷ οἰκονόμῳ. ἀλλὰ ἀνταναπαύσειέν σε ὁ Κύριος. ἃ σοί, τέκνον, ἐνουθέτησα, γνώτω κἀκεῖνος· χαίρω γάρ, εἰ μάλιστά ἐστε σὺν ἀλλήλοις. προσεύχεσθε περὶ τῆς ταπεινώσεώς μου· ἡ χάρις τοῦ Κυρίου μεθ' ὑμῶν. ἀσπάζονται ὑμᾶς οἱ συνόντες μοι ἀδελφοὶ ὑμῶν. 213 {1Εὐθυμίῳ τέκνῳ}1 Ἐκ τῶν γραμμάτων σου ἐπέγνων, τέκνον μου ἠγαπημένον, τὴν θλῖψιν σου, ὅτι περιάγεις ἐκ τόπου εἰς τόπον, φεύγων τοὺς δυσσεβοῦντας καὶ ἐναποκρυβόμενος. πῶς οὐχὶ τεθλιμμένως καὶ στενοχωρητικῶς ἔστι σε διαζῆν; ἀλλ' εἰ καὶ οὕτως, τῇ ἐλπίδι νευρούμενος χαῖρε, ὅτι διὰ Χριστὸν πάσχεις, διὰ τὸν ὑπὲρ σοῦ θάνατον ἑλόμενον. ἐν ἴχνεσιν ἔφθασας τῶν ἁγίων, οἳ περιῆλθον ἐν πολλαῖς θλίψεσιν, ὑστερούμενοι, στενούμενοι, ἀλῆται γινόμενοι, πέτραις σκεπόμενοι, ὄρεσιν ἐμβατεύοντες, φυγάδες, ἀπόλιδες, ἄποικοι ὄντες μετὰ καὶ πληγῶν καὶ θανάτων, ἵνα Χριστὸν κερδήσωσιν. οὕτω, τέκνον, καὶ αὐτὸς ὅ τι ἂν οὖν πάσχῃς, ἐκεῖ ἀπόβλεπε, ἐκεῖθεν λάμβανε παράκλησιν καὶ στῆθι γενναίως ὡς ἀθλητὴς Χριστοῦ· μαρτυ ρίου γὰρ καιρός, καὶ μακάριος ὁ ὑπομείνας μικρὰς καὶ πονηρὰς ἡμέρας, ἐν αἷς στέφανος αἰώνιος, δόξα ἀνεκλάλητος. οὐαὶ δὲ τῷ ἀρνητῇ καὶ προδότῃ τῆς εἰκόνος Χριστοῦ, ὅτι μετὰ τοῦ Ἰούδα ἡ μερὶς αὐτοῦ. Σὺ οὖν, τέκνον, ἀγώνισαι ἔτι τὸν καλὸν ἀγῶνα ἐν τῇ ὑπομονῇ τῶν συμβαινόντων· ὅρα ὅτι ἄλλοι ἐν φυλακαῖς, ὥσπερ καί τινες τῶν ἀδελφῶν σου μαστιγωθέντες σὺν Χριστῷ. μὴ δειλιάσῃς, μὴ πτοηθῇς τὸν κρατοῦντα σαρκός· Χριστὸς μετὰ σοῦ, ὁ τὰ σύμπαντα φέρων τῷ νεύματι αὐτοῦ. προσεύχου καὶ περὶ τῆς ἐμῆς ταπεινώσεως ἵνα σῴζωμαι ἐν Κυρίῳ. προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου. ἡ χάρις μετὰ σοῦ. 214 {1Θεοφάνει ἡγουμένῳ τοῦ Ἀγροῦ}1 Ὀψὲ τοῦ καιροῦ, ὅμως ἔμαθον συλληφθῆναί σε ὑπὸ τῶν ἰουδαιοφρόνων καὶ ψευδοχριστωνύμων, ὦ πάτερ πολυπόθητε καὶ πολυθρύλλητε· καὶ ὤ, πῶς οὐκ ᾐδέσθησαν ὑποῖσαι χεῖρα εἰς ἄνθρωπον θεοῦ, εἰς ἄνδρα ὅσιον, εἰς σκῆνος κατατετρυχωμένον ἔκ τε πολυετοῦς ἀσκήσεως καὶ νόσου δεινοπαθοῦς λίαν; ἀλλ' οἱ εἰς αὐτὸν Χριστὸν ἐκτείναντες χεῖρας ὕβρεως καὶ διωγμοῦ τί καὶ φείσονται, τί καὶ οὐ πράξωσι τῶν ἀνοσίων; χάρις δὲ τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ, ὅτι σὲ τὸν σώματι νοσηλευόμενον θανάσιμα ἐκραταίωσεν τῷ πνεύματι ὑπὲρ τοὺς πολλοὺς τῶν ὑγιαινόντων κήρυκα γενέσθαι τῆς ἀληθείας, ἀπτοήτως ἐλέγξαντα γλῶσσαν αἱρετίζουσαν καὶ μένοντα ἀσάλευτον τὸ καθόλου ἐν τῇ ὁμολογίᾳ Χριστοῦ. τοῦτο τῶν ἀσκητικῶν σου ἀγώνων ὁ κολοφών, αὕτη τῆς θεοσόφου σου γνώσεως ἡ κορωνίς· ηὔφρανας θεόν, τὸν σὸν ἐραστήν, ἥδυνας ἀγγέλους, τοὺς σοὺς ἐφόρους τῆς αἰνετῆς ζωῆς, ἔστεψας τὴν σεαυτοῦ κάραν ὁμολογίας διαδήματι, ἐγένου σὺν τῇ ἐκκλησίᾳ Χριστοῦ κἀμοὶ τῷ οἰκτρῷ καὶ ἐλαχίστῳ σου τέκνῳ στηριγμὸς σωτηρίας. ∆ιὸ χαῖρε καὶ εὐφραίνου ταῖς εἰς αἰῶνα ἀμήρυτον ἀμοιβαίαις σου ἐλπίσι, προσευχόμενος κατόπιν σου ἰέναι κἀμὲ τὸν σὸν ἐλάχιστον υἱέα. προσειπεῖν σε ἀξιῶ, ἁγιώτατε, τὸν σύναθλόν σου, πατέρα δὲ ἐμόν,