148
ἐρυθριῶμεν σὲ θεωροῦντες προάγοντα ἡμῶν ἐν ταῖς μάχαις, καὶ ἑπόμεθα ἐν πᾶσι τοῖς σοῖς κελεύσμασιν." ὁ δὲ βασιλεὺς ἀναλαβὼν τὸ στράτευμα εὐθὺς ἐν τῇ ἐνδοτέρᾳ Περσίδι ἐχώρησε πυρὶ καταφλέγων τὰς πόλεις καὶ τὰς κώμας· καὶ γίνεταί τι θαῦμα κἀνταῦθα φοβερόν. ἐν γὰρ τῇ θερινῇ τροπῇ ἀὴρ γέγονε δροσώδης ψυχαγωγῶν τὸν τῶν Ῥωμαίων στρατόν, ὥστε ἀγαθὰς ἐλπίδας ἀναλαβεῖν αὐτούς. ἀκούσας δὲ Ἡράκλειος, ὅτι Χοσρόης ἐν Γαζακῷ τῇ πόλει ἐστὶ σὺν μʹ χιλιάσιν ἀνδρῶν πολεμιστῶν, ὥρμησε κατ' αὐτοῦ· καὶ προπέμψας τινὰς τῶν ὑπ' αὐτὸν Σαρακηνοὺς προτρέχειν, συναντῶσι τῇ τοῦ Χοσρόου βίγλᾳ, καὶ τούτων τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ πεδήσαντες σὺν τῷ στρατηγῷ αὐτῶν τῷ βασιλεῖ προσήνεγκαν. τοῦτο μαθὼν Χοσρόης, καταλιπὼν τὴν πόλιν καὶ τὸ στράτευμα φυγῇ ἐχρήσατο. ὁ δὲ Ἡράκλειος ἐπιδιώξας τοὺς μὲν φθάσας ἀνεῖλεν, οἱ δὲ λοιποὶ φυγόντες διεσκεδάσθησαν. καὶ καταλαβὼν ὁ βασιλεὺς τὴν Γαζακῶν πόλιν ἐν τοῖς 308 ταύτης προαστείοις ἀνελάμβανε τὸν στρατὸν αὐτοῦ. οἱ δὲ καταφυγόντες πρὸς αὐτὸν Πέρσαι ἔλεγον, ὅτι φυγὼν ὁ Χοσρόης πυρὶ ἀνήλωσε πάντα τὰ λήϊα ἐν ἐκείνοις τοῖς τόποις ἐλθὼν εἰς Θηβαρμαῒς τὴν πόλιν ἐν τῇ ἀνατολῇ, ἐν ᾗ ὑπῆρχεν ὁ ναὸς τοῦ Πυρὸς καὶ τὰ χρήματα Κροίσου, τοῦ Λυδῶν βασιλέως, καὶ ἡ πλάνη τῶν ἀνθράκων. ταῦτα λαβὼν ἐπὶ τὸ ∆ασταγὲρδ ἐχώρει. ὁ δὲ βασιλεὺς ἀπάρας ἀπὸ Γαζακῶν καταλαμβάνει τὴν Θηβαρμαΐς· καὶ εἰσελθὼν ἐν ταύτῃ πυρὶ ἀνήλωσε τὸν τοῦ Πυρὸς ναὸν καὶ πᾶσαν τὴν πόλιν πυρὶ ἀναλώσας κατεδίωκεν ὀπίσω Χοσρόου ἐν τοῖς στενοῖς τῆς τῶν Μήδων χώρας, καὶ ἐν ταύταις ταῖς δυσχωρίαις τόπον ἐκ τόπου ὁ Χοσρόης ἤμειβεν· καὶ ὁ Ἡράκλειος τοῦτον διώκων πολλὰς πόλεις ἐπόρθησε καὶ χώρας. χειμῶνος δὲ καταλαβόντος, βουλὴν ἐποιεῖτο ποῦ παραχειμάσαι μετὰ τοῦ λαοῦ αὐτοῦ· καὶ οἱ μὲν ἔφασκον ἐν Ἀλβανίᾳ, οἱ δὲ κατ' αὐτὸν εἰσβαλεῖν τὸν Χοσρόην. ὁ δὲ βασιλεὺς ἐκέλευσε τὸν λαὸν ἁγνίζεσθαι τρεῖς ἡμέρας, καὶ ἀνοίξας τὰ τοῦ θεοῦ εὐαγγέλια εὗρεν ἐπιτρέποντα αὐτῷ ἐν Ἀλβανίᾳ παραχειμάσαι. εὐθέως οὖν ἐπιστρέψας ὥρμησεν ἐν Ἀλβανίᾳ. ἐν δὲ τῷ μεταξὺ τῆς ὁδοῦ ἔχων πολλὴν αἰχμαλωσίαν Περσῶν σὺν αὐτῷ οὐκ ὀλίγας ἐπιδρομὰς ὑπὸ τῶν Περσικῶν στρατευμάτων ἐδέχετο· αὐτὸς δὲ τῇ τοῦ θεοῦ συνεργίᾳ νίκην κατὰ πάντων ἤρατο. χειμῶνος δὲ σφοδροῦ ἐπιπεσόντος αὐτῷ ἐν τῇ ὁδῷ καὶ κρύους, φθάσας αὐτὸς ἐν Ἀλβανίᾳ νʹ χιλιάδας δεσμίους ἔχων τούτους τῇ εὐσυμπαθήτῳ αὐτοῦ καρδίᾳ ἐλεήσας τῶν δεσμῶν ἔλυσεν, καὶ ἐπιμελείας καὶ ἀναπαύσεως μετεδίδου· ὥστε πάντες μετὰ δακρύων τούτῳ ηὔχοντο ῥύστῃ γενέσθαι καὶ τῆς Περσίδος, τὸν κοσμόλεθρον ἀνελόντι Χοσρόην. ιδʹ. λϛʹ. ιεʹ. ιεʹ. εʹ. Τούτῳ τῷ ἔτει Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, Σαραβλαγγᾶν προεβάλετο στρατηγόν, ἄνδρα δραστήριον καὶ τύφῳ πολλῷ ἐπηρμένον· καὶ παραδοὺς αὐτῷ στρατὸν τοὺς λεγομένους Χοσροηγέτας καὶ 309 Περοζίτας ἐν Ἀλβανίᾳ ἔστειλε κατὰ Ἡρακλείου. εἰσβαλόντες δὲ εἰς τὰ ἄκρα τῆς Ἀλβανίας οὐκ ἐθάρρησαν κατὰ πρόσωπον τοῦ βασιλέως πρὸς πόλεμον στῆναι· ἀλλὰ τὰς ἐπὶ Περσίδα ἀγούσας κλεισούρας ἐκράτησαν νομίζοντες τοῦτον λοχῆσαι. ὁ δὲ Ἡράκλειος ἅμα ἔαρι ἀπάρας τῆς Ἀλβανίας δι' ὑπτίων πεδίων καὶ τὰς τροφὰς δαψιλῶς εὐπορούντων τὴν πάροδον ἐποιεῖτο ἐπὶ Περσίδα, εἰ καὶ μήκους διάστημα πολλῇ ὁδῷ ἤνυεν. ὁ δὲ Σαραβλαγγᾶς διὰ τῆς στενῆς ὁδοῦ ὡς διὰ συντόμου ἤλαυνε τοῦ προλαβεῖν αὐτὸν ἐν τῇ χώρᾳ Περσίδος. Ἡράκλειος δὲ παρῄνει τῷ λαῷ λέγων· "γνῶμεν, ἀδελφοί, ὡς ἡ στρατιὰ τῶν Περσῶν ἐν τοῖς δυσβάτοις τόποις πλανωμένη τούς τε ἵππους αὐτῶν παραλύει καὶ αὐτοὺς ἐκνευροῖ. ἡμεῖς δὲ σπεύσωμεν κατὰ Χοσρόου χωρῆσαι ἐν πολλῷ τάχει, ὥστε ἐκ τοῦ ἀπροσδοκήτου ἐπιπεσόντες αὐτὸν θορυβήσωμεν." ὁ δὲ λαὸς οὐ συνεβούλευε τοῦτο ποιῆσαι, μάλιστα οἱ τῶν Λαζῶν καὶ τῶν Ἀβασγῶν καὶ τῶν Ἰβήρων σύμμαχοι. ἐντεῦθεν ἐν συμφοραῖς περιπίπτουσιν. κατέλαβε γὰρ καὶ Σαρβαραζᾶς μετὰ τοῦ λαοῦ αὐτοῦ, οὓς ἐξώπλισε Χοσρόης πάσῃ δυνάμει καὶ