1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

149

παραδείγμασιν. καὶ ὁ Πέτρος· Σὺ οὖν ἡμῖν λέγε περὶ θεοῦ, ἀνθρωπίνοις μὴ χρώμενος παραδείγμασιν, μετὰ τοῦ μέντοι νοηθῆναι δύνασθαι τὰ λεγόμενα· ἀλλ' οὐ δυνήσῃ. αὐτίκα γοῦν τί τὴν ἀρχὴν ἔλεγες; εἰ ἐκ θεοῦ ὁ πονηρὸς γεγέννηται, τῆς αὐτῆς αὐτῷ ὢν οὐσίας, καὶ πονηρός ἐστιν. ἐμοῦ δὲ δείξαντος ἐξ οὗπερ αὐτὸς ἔδωκας παραδείγματος ὅτι ἐξ ἀγα- θῶν κακοὶ γίνονται καὶ ἐκ κακῶν ἀγαθοί, οὐ παρεδέξω, ἀνθρώπινον φήσας εἶναι τὸ παράδειγμα. ὅθεν καὶ νῦν ἐγὼ οὐδὲ τὸ γεγεννῆσθαι θεὸν παραδέχομαι, ὅτι τὸ γεννᾶν ἀνθρώπων ἐστίν, οὐ θεοῦ. ἀλλ' οὔτε ἀγαθὸς ἢ κακὸς ἢ δίκαιος ἢ ἄδικος εἶναι δύναται ὁ θεός, οὔτε μὴν φρόνιμος ἢ ζῷον ἢ ὅσα ἄλλα ἀνθρώποις προσεῖναι δύναται· ἀνθρώπων γὰρ τὰ τοιαῦτα. καὶ εἰ μὴ χρὴ ζητοῦντας περὶ θεοῦ διδόναι αὐτῷ τὰ ἀνθρώποις προσόντα καλά, οὐδέν ἐστιν τοῦ λοιποῦ νοεῖν ἢ λέγειν ἢ τοῦτο μόνον ζητεῖν, τὸ τῆς προαιρέσεως αὐτοῦ, ἣν αὐτὸς συνεχώρησεν ἡμῖν νοεῖν, ὅπως κρινόμενοι ἀν- απολόγητοι ὦμεν περὶ ὧν γνόντες οὐκ ἐφυλάξαμεν. καὶ ὁ Σίμων ἀκούσας ἔφη· Oὐ δυσωπήσεις με περὶ τῆς οὐσίας αὐτοῦ σιωπήσαντα περὶ τῆς προαιρέσεως αὐτοῦ ζητεῖν μόνης. ἔστιν γὰρ περὶ τῆς οὐσίας αὐτοῦ καὶ νοεῖν καὶ λέγειν, λέγω δὲ ἀπὸ τῶν ἀνθρώποις προσόντων καλῶν. οἷον πρόσ- εστιν ἀνθρώπῳ τὸ ζῆν καὶ τὸ τεθνάναι, ἀλλὰ τῷ θεῷ οὐ τὸ τεθνάναι, ἀλλὰ τὸ ζῆν, καὶ τὸ ζῆν αἰωνίως. ἔτι μὴν πρόσεστιν ἀνθρώποις τὸ κακοῖς εἶναι καὶ ἀγαθοῖς, τῷ δὲ θεῷ τὸ ἀσυγκρίτῳ ἀγαθῷ εἶναι. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, τῶν προσόντων ἀνθρώποις τὰ κρείττονα αἰωνίως πρόσεστιν τῷ θεῷ. καὶ ὁ Πέτρος ἔφη· Λέγε μοι, Σίμων, πρόσεστιν ἀνθρώποις γεν- νᾶν κακοὺς καὶ ἀγαθοὺς καὶ ποιεῖν κακὰ καὶ ἀγαθά; καὶ ὁ Σίμων ἔφη· Πρόσεστιν. καὶ ὁ Πέτρος ἔφη· Ἐπεὶ οὕτως ἔφης, τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀπονέμειν δεῖ τῷ θεῷ· ἀνθρώπων γεννώντων κακοὺς καὶ ἀγαθούς, ὁ θεὸς ἀγαθοὺς μόνους γεννῆσαι δύναται, ἔτι τε τῶν ἀνθρώπων ποιούντων κακὰ καὶ ἀγαθά, αὐτὸς μόνον τὰ ἀγαθὰ ποιῶν τέρπεται. οὕτως περὶ θεοῦ ἢ οὐ δεῖ τὰ ἀνθρώποις προσόντα λέγειν καὶ σιωπᾶν ἔστιν ἢ τῶν ἀνθρώποις προσόντων καλῶν εὔλογόν ἐστιν ἀπονέμειν αὐτῷ τὰ κρείττονα, καὶ οὕτως πάντων καλῶν μόνος ἐστὶν αἴτιος. καὶ ὁ Σίμων· Oὐκοῦν εἰ ὁ θεὸς μόνων τῶν καλῶν αἴτιός ἐστιν, τοῦ λοιποῦ τί ἐστιν νοεῖν ἢ ὅτι τὸ πονηρὸν ἑτέρα τις ἐγέννησεν ἀρχή, εἰ ἄρα γεννητόν ἐστιν; καὶ ὁ Πέτρος· Oὔτε ἑτέρα τις δύναμις ἐγέννησεν τὸν πονηρὸν οὔτε ἀγέννητόν ἐστι τὸ κακόν, ὡς ἐπὶ τέλει δείξω· νῦν γὰρ ἀποδεῖξαί μοι πρόκειται (ὡς ἀπ' ἀρχῆς ὑπεσχόμην), ὅτι κατὰ <πάντα> τρόπον ὁ θεὸς ἄμεμπτός ἐστιν. δεδώκαμεν οὖν ὅτι ὁ θεὸς τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀσυγκρί- τως ἔχει. διὸ καὶ ἐνδέχεται αὐτὸν προβολέα γενέσθαι τῶν τεσσάρων οὐ- σιῶν, θερμοῦ λέγω καὶ ψυχροῦ, ὑγροῦ τε καὶ ξηροῦ. ταῦτα μὲν ὡς πρῶτα ἁπλᾶ καὶ ἀμιγῆ ὄντα πρὸς οὐθέτερον ἔχει τὴν ὄρεξιν, προβλη- θέντα δὲ ὑπὸ τοῦ θεοῦ καὶ ἔξω κραθέντα γενέσθαι ζῷον, προαίρεσιν ἔχον ὀλοθρεῦσαι κακούς. καὶ οὕτως ἐξ αὐτοῦ πάντων γεγενημένων ὁ πο- νηρὸς οὔτε ἄλλοθέν ἐστιν οὔτε ἀπ' αὐτοῦ τοῦ πάντα πεποιηκότος θεοῦ τὴν κακίαν εἴληφεν, παρ' ᾧ ὑπάρχειν ἀδύνατόν ἐστιν, ὅτι αἱ μὲν οὐσίαι οὐθέτεραι οὖσαι, πεφιλοκρινημέναι ἐξ αὐτοῦ προβέβληνται, καὶ ἔξω αὐ-