149
ἀγγέλοις αὐτοῦ καὶ ταῖς ἐφευρέσεσιν αὐτοῦ καὶ πᾶσι τοῖς ὑπ' αὐτόν. Μετὰ δὲ τὴν ἀποταγὴν συντασσόμενος λεγέτω, ὅτι· Καὶ συντάσσομαι τῷ Χριστῷ· καὶ πιστεύω καὶ βαπτίζομαι εἰς ἕνα ἀγέννητον μόνον ἀληθινὸν Θεὸν παν τοκράτορα, τὸν Πατέρα τοῦ Χριστοῦ, κτίστην καὶ δημιουργὸν τῶν ἁπάντων, ἐξ οὗ τὰ πάντα· καὶ εἰς τὸν Κύριον Ἰησοῦν τὸν Χριστόν, τὸν μονογενῆ αὐτοῦ Υἱόν, τὸν πρω τότοκον πάσης κτίσεως, τὸν πρὸ αἰώνων εὐδοκίᾳ τοῦ Πατρὸς γεννηθέντα, οὐ κτισθέντα, δι' οὗ τὰ πάντα ἐγένετο τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὁρατά τε καὶ ἀόρατα· τὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἐξ οὐρανῶν καὶ σάρκα ἀναλαβόντα, ἐκ τῆς ἁγίας παρθένου Μαρίας γεννηθέντα, καὶ πολιτευσάμενον ὁσίως κατὰ τοὺς νόμους τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ, καὶ σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου καὶ ἀποθανόντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα ἐκ νεκρῶν μετὰ τὸ παθεῖν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρός, καὶ πάλιν ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· βαπτίζομαι καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτ' ἔστιν τὸν παράκλητον, τὸ ἐνεργῆσαν ἐν πᾶσιν τοῖς ἀπ' αἰῶνος ἁγίοις, ὕστερον δὲ ἀποσταλὲν καὶ τοῖς ἀποστόλοις παρὰ τοῦ Πατρὸς κατὰ τὴν ἐπαγγελίαν τοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ μετὰ τοὺς ἀποστόλους δὲ πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ· εἰς σαρκὸς ἀνάστασιν καὶ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς βασιλείαν οὐρανῶν καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος. Καὶ μετὰ τὴν ἐπαγγελίαν ταύτην κατ' ἀκολουθίαν ἔρχεται καὶ εἰς τὴν τοῦ ἐλαίου χρῖσιν. Eὐλογεῖται δὲ τοῦτο παρὰ τοῦ ἀρχιερέως εἰς ἄφεσιν ἁμαρτιῶν καὶ προκατασκευὴν τοῦ βαπτίσματος. Ἐπικαλεῖται γὰρ οὗτος τὸν ἀγέννητον Θεόν, τὸν Πατέρα τοῦ Χριστοῦ, τὸν βασιλέα πάσης αἰσθητῆς καὶ νοητῆς φύσεως, ἵνα ἁγιάσῃ τὸ ἔλαιον τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ δώσῃ χάριν πνευματικὴν καὶ δύναμιν ἐνεργητικήν, ἄφεσίν τε ἁμαρτιῶν καὶ προπαρα σκευὴν ὁμολογίας βαπτίσματος, ὥστε τὸν χριόμενον ἀπο λυθέντα πάσης ἀσεβείας ἄξιον γενέσθαι τῆς μυήσεως κατ' ἐντολὴν τοῦ Μονογενοῦς. Eἶτα ἔρχεται εἰς τὸ ὕδωρ. Eὐλογεῖ καὶ δοξάζει τὸν δεσπότην Θεὸν τὸν παντοκράτορα, τὸν Πατέρα τοῦ μονογενοῦς Θεοῦ, εὐχαριστῶν ὁ ἱερεύς, ὅτι ἀπέστειλεν