Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
αὐτῆς που τάχα καταμειδιῶντες οἱ τάλανες, ἀλλὰ τοῦ ἐπὶ πάντας Θεοῦ· καὶ γοῦν καὶ ἔφασκον τὴν σώζουσαν αὐτοὺς ἀτονῆσαι χεῖρα, ταύτης τε ἕνεκα τῆς αἰτίας ὑπὸ πό- δας ἐλθεῖν τῶν ἐχθρῶν. Ὦ τοίνυν θυγάτηρ Μωὰβ, φησὶν, ἐνήθει δὲ πάντως ὁ λόγος, μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἆρα μόνη, φησὶ, κέκμηκεν ἡ Σιών; ἆρα μόνη πέπτωκεν ὑπὸ πόδας ἐχθρῶν; καὶ τὴν τῶν ἐνοικούντων αὐτὴν νενόσηκεν ἐρημίαν; ἢ τοῖς ἔτι χείροσιν αὐτῆς περιπέπτωκας; Ληφθήσῃ γὰρ παρ' ἐχθρῶν, καὶ οἷον ἐκ καλιᾶς νεοσσὸς ἀφῃρη- 70.408 μένος, εἰς ἑτέραν οἰχήσῃ χώραν, καὶ δουλεύσεις ἐχθροῖς, ἔσῃ τε παρ' αὐτοῖς αἰχμάλωτος οἰκτρὰ, καὶ κατεῤῥιμμένη, καὶ ὑπὸ ζυγὰ δουλείας. Χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον παράγγελμα τό· "6Ἂν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχάρῃς αὐτῷ, ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ· καὶ ἀποστρέψει τὸν θυμὸν αὐ- τοῦ ἀπ' αὐτοῦ."6 Οὐ γάρ τοι προσήκει ταῖς ἑτέρων ἐπι- γάννυσθαι συμφοραῖς, οὐδὲ θυμηδείας ποιεῖσθαι πρό- φασιν τὸ τῷ πέλας συμβεβηκὸς, κἂν εἴ τις εἴη τυχὸν τῶν καταλυπεῖν εἰωθότων, ἐπιστυγνάζειν δὲ μᾶλλον αὐτῷ, καὶ τοῖς ἰδίοις πταίσμασιν ἐνιέντας τὸν ὀφθαλ- μὸν, δεδιέναι σφόδρα, μὴ ἄρα πως καὶ ἐφ' ἡμᾶς ὁ τοῦ καταπαίοντος ἐπέλθοι θυμός. 9Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτιᾷ φεύγουσιν, ἐξέστησαν. Μὴ ἀπαρχῆς παρ- οικήσουσιν οἱ φυγάδες Μωάβ· ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ᾔρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.9 ∆υσερμήνευτος κομιδῆ τῶν προκειμένων ὁ νοῦς, διά τοι τάς τε τῶν προσώπων εἰς πρόσωπα μεταβά- σεις, καὶ τὸ τῆς συνθήκης τραχὺ καὶ οὐ βάσιμον νῷ παντί. Πλὴν ὡς ἂν οἷός τε ὦ, πειράσομαι διειπεῖν. Πεπορθημένης τοίνυν ἁπάσης τῆς Μωαβιτῶν, πόλεών τε κατηρειπομένων, καὶ οἴκων ἐμπεπρησμένων, καὶ ἁπαξαπλῶς ἐκλελυττηκότων ἀγρίως τῶν Βαβυλω- νίων, οἱ διαφυγεῖν ἰσχύσαντες μετῴκησαν εἰς τὴν Ἀρνῶν. Πόλις δὲ αὕτη τῶν ὀχυροτάτων, ὅμορός που τάχα τῇ Μωαβιτῶν. Ἔστι τοίνυν πρὸς αὐτὴν ὁ λό- γος. Σὺ δὲ, φησὶ, μετὰ τοῦτο, ὦ Ἀρνῶν, πλείονα βου- λεύου. Κατασκέπτου, φησὶ, τίνα τρόπον διασῶσαι δυ- νήσῃ τοὺς περιλελειμμένους καὶ διαφυγεῖν ἰσχύσαν- τας τῶν πεπορθηκότων τὴν ἀγριότητα. Ποίει τε σκέ- πην πένθους αὐτῇ διὰ παντός. Ναὶ, φησὶν, ἐσκέψω τι φιλάνθρωπον, σκέπη γένου τοῖς ἀφορήτῳ πένθει κατειλημμένοις. Φεύγουσι γὰρ ἐν μεσημβρινῇ σκο- τιᾷ, τοῦτ' ἔστιν, ἡμέρας οὔσης, καὶ ἡλίου μεσημβρί- ζοντος αὐτοῖς σκοτιὰν ἔχουσι κατὰ νοῦν. Ἱκανὸς γὰρ λίαν ὁ τοῦ θανάτου φόβος καταθολῶσαι ψυχὴν, καὶ οἷόν τινα νύκτα καταχέαι τοῦ νοῦ τῆς εἰς ἄκρου δυσ- θυμίας τὴν ἔφοδον. Ταύτῃ τοί φησιν, ὅτι Καὶ ἐξέστη- σαν. Μόνον γὰρ οὐχὶ καὶ τοῦ φοβεῖν ἔξω γεγόνασιν, τοῖς ἐκ τοῦ πολέμου καταπτοούμενοι δείμασιν. Ἀλλ' εἰ καὶ δέξαιο, φησὶ, τοὺς ἀπό γε τῆς Μωαβιτῶν, ἀλλ' οὖν ἴσθι τοι καὶ μάλα σαφῶς, ὅτι σέσωκας οὐ πάντας, ἀλλὰ βραχὺ καὶ εὐαρίθμητον τῶν ἀπ- ολωλότων λείψανον. Τοῦτο οἶμαι δηλοῦν ἐθέλειν λέ- γοντα· Μὴ ἀπαρχῆς παροικήσουσιν οἱ φυγάδες Μωάβ. Μὴ ἐν ἀρχαῖς ὄντος τοῦ πολέμου, φησὶν, ὑπεδέξω τοὺς φυγάδας· οὐκ εὐαρίθμητοι κομιδῆ καὶ ὀλίγοι παν- τελῶς οἱ διαφυγεῖν ἰσχύσαντες; Οὐκοῦν εἰς πέρας ἐνήνεκται τὰ εἰρημένα παρὰ Θεοῦ κατὰ Μωαβιτῶν. Ἀπόλωλε γὰρ εἰ καὶ βραχὺ, καὶ μόλις διασέσωσται λείψανον. Ἀλλ', ὦ, φησὶν, Ἀρνῶν, ὑπεδέξω τοὺς ἐκ 70.409 τῆς Μωαβιτῶν, προσδοκήσασα τάχα που, ὅτι καὶ αὐ- τοὶ κατὰ καιροὺς ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος. Ἔσται δὲ οὐχὶ τοῦτο. Πόθεν; Ἤρθη γὰρ ἡ συμμαχία σου· καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Ὁ γὰρ ἀεί σοι συνασπίσας, φησὶ, τῆς Μωαβιτῶν ἡγούμενος, ὁ δεινὸς καὶ ὑπέροπτος, καὶ ὥσπερ τινὰ χοῦν καταπατεῖν εἰωθὼς τοὺς ἀνθεστη- κότας, ᾤχετο καὶ ἀπόλωλεν. Ἤρθη γὰρ, καὶ ἐκ μέ- σου γέγονεν. ∆ιδάσκει δὲ διὰ τούτων, ὅτι προσανῄρη- ται τοῖς Μωαβίταις, καὶ ἡ τοῦ δύνασθαί ποτε κρατῆσαι πάλιν αὐτοὺς ἐλπίς. Οἱ γὰρ ἀσεβεῖς ἐκ γῆς ὁλόῤῥιζοι, φησὶν, ὀλοῦνται· θείου δὲ ὅλως ἐπι- πηδῶντος θυμοῦ, ποῖον ἔσται