1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

149

Πτολεμαίῳ τῷ Φιλαδέλφῳ καὶ τοῖς περὶ αὐτὸν σοφοῖς ∆ημητρίῳ τῷ Φαληρεῖ παρ' Ἕλλησιν ἀνδρὶ σπουδαίῳ καὶ πολυμαθεῖ, Μενεδήμῳ τε φιλοσόφῳ καὶ ἑτέροις ἀνθοῦσι τῷ τηνικαῦτα, ὡμολογήθη μόνη θεόπνευστος εἶναι παρὰ πᾶσαν γραφὴν ἐγνωσμένην αὐτοῖς. ἐπὶ τούτοις ἑορτάσας ὁ βασιλεὺς πλείστοις τε δώροις ἄλλοις φιλοτιμησάμενος αὐτοὺς καὶ τῷ ἀρχιερεῖ καὶ τῷ ἱερῷ ἐξέπεμψεν, εὐχαριστῶν τῷ τῶν ὅλων θεῷ. Τὰ κατὰ τὴν διάλιθον τράπεζαν τὴν σταλεῖσαν εἰς Ἱερουσαλὴμ καὶ τὸ φιλότιμον ἅμα καὶ φιλόσοφον Πτολεμαίου Ἰώσηππος ἱστορεῖ καταπλήκτῳ ἤχῳ, ὅπως τε Θεόπομπος φιλόσοφος παρεφρόνησε τολμήσας ἱστορῆσαι περὶ αὐτῶν καὶ Θεόδεκτος στρατηγικὸς ἐτυφλώθη δρᾶμα ποιήσας, ἄμφω τε μεταγνόντες ἰάθησαν. Ἀρισταίου ἑνὸς τῶν φίλων αἰτήσαντος Πτολε μαίου ιβʹ μυριάδες Ἰουδαίων ἐξωνήσεσι βασιλικοῖς χρήμασι παρὰ τοῦ στρατεύματος εἰς τὴν Ἰουδαίαν ἐξαπεστάλησαν, ρκʹ δραχμῶν ὑπὲρ ἑκά στου δοθεισῶν, ὡς εἶναι τὰ ὑπὲρ αὐτῶν λύτρα τάλαντα υξʹ. Ἀρισταῖον καὶ Ἀνδρέαν δύο πρωτίστους ἀρχόντων ὁ Φιλάδελφος ἐξέπεμψε Πτολεμαῖος εἰς Ἱερουσαλὴμ πρὸς Ἐλεάζαρον μετὰ σκευῶν χρυσῶν καὶ διαλίθων πολλῶν καὶ ἀργυρῶν ταλάντων ρʹ καὶ ἄλλων δώρων, αἰτῶν σταλῆναι αὐτῷ 329 τὰς θείας γραφὰς καὶ ἄνδρας σοφοὺς ἑρμηνεύσοντας αὐτήν, ὡς Ἰώσηπ πος. Πτολεμαῖος οὗτος ὁ Φιλάδελφος πᾶσαν πανταχόθεν, ὡς εἰπεῖν, συμ φορήσας βίβλον τῆς οἰκουμένης σπουδῇ τοῦ Φαληρέως ∆ημητρίου τρίτου νομοθέτου Ἀθηναίων, ἀνδρὸς παρ' Ἕλλησι σπουδαίου, ἐν οἷς καὶ τὴν Ἑβραίων γραφήν, ὡς προτέτακται, τὴν ἐν Ἀλεξανδρείᾳ βιβλιοθήκην καθίστησιν ρλβʹ ὀλυμπιάδι, ἧς πληρουμένης τελευτᾷ. δέκα μυριάδες βίβλων ἦσαν, ὥς τινές φασιν. Ἀλεξανδρείας καὶ Αἰγύπτου γʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσμθʹ. ΑΣΙΑΣ ΒΑΣΙΛΕΙΣ Ἀσίας αʹ μετὰ Ἀλέξανδρον Ἀντίγονος ἐβασίλευσεν ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εροαʹ. Ἡ τῶν Μακκαβαίων ἱστορικὴ γραφὴ τοὺς Ἑλλήνων βασιλεῖς ἀπὸ Ἀντιγόνου ἀριθμεῖ, ἣν Ἰώσηππος ἔγραψεν, ἥτις τῶν μὲν θεοπνεύστων οὐκ ἔστι, χρησίμη δὲ πάνυ πέφυκεν. Ἀντίγονος Ἀντιγονίαν τὴν πρὸς τῷ Ὀρέντῃ ποταμῷ ἔκτισεν, ἣν Σέλευκος ἐπικτίσας Ἀντιόχειαν ὠνόμασεν. Ἀσίας μόνης βʹ ∆ημήτριος ὁ Πολιορκητής, Ἀντιγόνου παῖς, ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερπθʹ. ∆ημήτριον τὸν Πολιορκητὴν ὁ Σέλευκος λαβὼν ἐν Κιλικίᾳ βασιλικῶς τηρεῖσθαι προσέταξεν ἕως θανάτου, ὑπὸ χεῖρα τὴν τῆς Ἀσίας ἀρχὴν κτη σάμενος. ἐκβαλὼν δὲ καὶ Λυσίμαχον τῆς Μακεδόνων ἀρχῆς, ἀναιρεῖται τάχιστα ὑπὸ τοῦ Λάγου Πτολεμαίου τοῦ καὶ Κεραυνοῦ. καὶ κρατεῖ Μα κεδόνων ὁ αὐτὸς Πτολεμαῖος ἔτος αʹ μῆνας εʹ, καὶ ἀναιρεῖται κατὰ τὸν Γαλατικὸν πόλεμον. ∆ημήτριος ὁ Πολιορκητὴς τὴν πόλιν Σαμαρέων ἐπόρθησεν. Ἡ τῆς Ἀσίας βασιλεία κηʹ ἔτη διαρκέσασα ὑπὸ Σέλευκον γέγονε.

330 ΣΥΡΙΑΣ ΚΑΙ ΒΑΒΥΛΩΝΙΑΣ ΒΑΣΙΛΕΙΣ Συρίας καὶ Βαβυλωνίας καὶ τῶν ἄνω

τόπων πρῶτος Σέλευκος Νικά νωρ ἐβασίλευσεν ἔτη λγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εροαʹ. Ἐδεσσηνοὶ τοὺς χρόνους ἔνθεν ἀριθμοῦσι. Σέλευκος Ἀντιόχειαν τὴν πρὶν Ἀντιγονίαν ἐπέκτισεν ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ. ὁ αὐτὸς Λαοδίκειαν, Σελεύκειαν, Ἀπάμειαν, Ἔδεσσαν, Βέροιαν, Πέλλαν. Σέλευκος Βαβυλῶνα παρεστήσατο. Σέλευκος ἐν ταῖς νέαις πόλεσιν Ἰουδαίους συνῴκισεν Ἕλλησι. Ῥωξάνην σὺν Ἀλεξάνδρῳ παιδὶ πεμφθεῖσαν εἰς Ἀμφίπολιν Σέλευκος Νικάνωρ ἀφανίζει, Κασάνδρου κελεύσαντος, ὥς φασι. Τότε Κάλλιππος Κυζικηνὸς ἀστρολόγος ἐγνωρίζετο καὶ ∆ιονύσιος ὁ τὰς πόλεις γράψας. Ἐρασίστρατος διαφανὴς ἰατρὸς ἐπὶ Σελεύκου ἐγνωρίζετο, ὃς διαγνοὺς Ἀντίοχον τὸν Σελεύκου παῖδα δεινῶς νοσοῦντα δι' ἔρωτα τὸν πρὸς τὴν Σελεύκου τοῦ πατρὸς γαμετὴν θυγατέρα ∆ημητρίου ἐθαυμαστώθη. ὅθεν καὶ Σέλευκος τῷ πάθει περιαλγήσας παραχωρεῖ τῷ παιδὶ Ἀντιόχῳ τῆς γαμετῆς. Ἀσίας,