149
ἀδικίας καὶ ἡμᾶς πραγμάτων ἀπαλλάττειν, οὐκ ἠθελήσατε ὑμεῖς, ἀλλ' ὥσπερ κακῶν ἐπιθυμοῦντες, βασιλέως μέτρια αἰτοῦντος καὶ σώζεσθαι μόνον δεομένου, ὑμεῖς ἐπὶ κακῷ τῶν ὑπηκόων καὶ ὑμῶν αὐτῶν ἄτοπα φιλοτιμούμενοι, τῆς ἀρχῆς ὀλίγου δεῖν ἁπάσης παρεχωρήσατε αὐτῷ, ἡμῶν ἀπαναινομένων καὶ τὴν ἀβουλίαν ἐπιμαρτυρομένων. ὁ δ' οὐ πολλοῦ χρόνου παρεῤῥυηκότος, αὖθις ἐπεχείρησε τοῖς ἴσοις, ὥσπερ ἐπιλελησμένος εἰς ὅσον ἤλασε κινδύνου, καὶ πόλεμον ἀκήρυκτον ἐπήνεγκεν ἡμῖν. ὁρῶντες δὲ ἡμεῖς οἷ κακῶν τὰ πράγματα χωρήσει καὶ ὡς ἄρδην ἀπολεῖται τὸ Ῥωμαϊκὸν, πρεσβείαν οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ κοινὴν ὑμῖν ἐποιησάμεθα πρὸς βασιλέα, δεόμενοι, μὴ περιϊδεῖν ἡμᾶς ὑπὸ τοῦ πρὸς ἀλλήλους πολέμου διαφθαρησομένους· ἀλλ' εἴ τι καὶ ἐγκαλεῖν ὑμῖν ἔχει, δίκῃ διαλύεσθαι. ὁ δ' οὐδ' ἄκροις ἠνέσχετο ὠσὶ τῶν περὶ τὴς εἰρήνης λόγων. πάντοθεν δὲ ἡμεῖς ἀπορίᾳ συσχεθέντες, αὖθις ἐνεβάλλομεν ἑαυτοὺς εἰς τοὺς κινδύνους καὶ πόλεμον ἀράμενοι δεύτερον πρὸς 1.423 αὐτὸν νενικήκαμεν αὖθις καὶ πρὸς τὴν προτέραν ἢ καὶ μείζω συνηλάσαμεν ἀπορίαν. ὁρῶν δὲ ἐκεῖνος ὡς οὐκ ἄνευ κινδύνων ὁ πόλεμος αὐτῷ τελευτήσει, αὖθις ἐπρεσβεύετο ὑμῖν περὶ εἰρήνης, ὁ μηδὲ ἴχνος πρότερον ἀνεχόμενος αὐτῆς. ὑμεῖς δὲ οὐκ οἶδ' ὅ,τι παθόντες, δέον ἐκ τῶν προτέρων διδαχθέντας σωφρονεῖν, ὑμεῖς δὲ τἀναντία τῶν δεόντων ἐποιεῖτε, καὶ τὴν ἀρχὴν παρεδίδοτε αὐτῷ πᾶσαν καὶ τὴν ἡγεμονίαν τῶν πραγμάτων καὶ προσέτι φέροντες ὑμᾶς αὐτοὺς, ἐῶ γὰρ λέγειν καὶ ἡμᾶς τοὺς ὑπηκόους, πολλὰ δυσανασχετοῦντας καὶ μονονοὺ τὴν ἀδικίαν ὀδυρομένους, ἄδικοι καὶ προδόται σχεδὸν περὶ ἡμᾶς γεγενημένοι, οἰόμενοι κἂν οὕτω πᾶσαν πολέμου πρόφασιν περιαιρήσειν. ὁ δ' ὥσπερ στενὴν αὐτῷ τῆς γῆς τὴν οἴκησιν παρεχούσης εἰ ταύτην οἰκείη μεθ' ὑμῶν, αὖθις ἐπολέμησε, καὶ τρίτον μηδὲν ἔχων ἐγκαλεῖν, οὐκέθ' ὥσπερ πρότερον ἀπαρασκεύως καὶ ἐξ ἐφόδου, ἀλλὰ πολλὰ πρότερον συνεσκευασμένος περὶ τὴν ἑσπέραν, καὶ στρατιὰν ἐπαγαγὼν ἡμῖν πλήθει οὐκ ὀλίγον ὑπερέχουσαν ἡμῶν οὐκ ἐξ Ἑλλήνων μόνον τῶν αὐτόθι κατοικούντων, ἀλλὰ καὶ τῶν προσοίκων βαρβάρων συμμαχίδα. ὁρῶντες δὲ ταῦθ' ὑμεῖς, ἐλθόντες εἰς Βυζάντιον, ἐδεῖσθε βασιλέως περὶ εἰρήνης. ὁ δ' οὐδὲν ἧττον ἢ πρότερον ἦν ἀδύνατος πεισθῆναι, καὶ διὰ τοῦτο ἀναγκαίως πρὸς τὸν πόλεμον καὶ τρίτον ἐχωρήσατε ὑμεῖς. καὶ ἡμεῖς τὴν ὑπερ 1.424 βολὴν βδελυξάμενοι τῆς ἀδικίας, προθύμως συνηράμεθα ὑμῖν καὶ πολλοὺς κινδύνους ὑπεμείναμεν καὶ πόνους. εἶτ' αὖθις μετὰ τὴν μακρὰν ἐκείνην πλάνην καὶ τοὺς περιδρόμους τοὺς πολλοὺς καὶ τὴν ἐκ τῆς χρονίου κακοπάθειαν στρατείας, καὶ τῆς κρείττονος δυνάμεως ἡμῖν τὸν πόλεμον συγκατεργαζομένης, τῶν τε πολεμίων κεκρατήκαμεν ἤδη καθαρῶς καὶ τὴν Ῥωμαίων ἡγεμονίαν συγκατεκτησάμεθα ὑμῖν. νυνὶ δ' αὖθις τῶν πολέμων πεπαυμένων καὶ εἰρήνης τὰ Ῥωμαίων κατεχούσης πράγματα, ὁρῶντες ὑμᾶς τῶν προτέρων μείζοσι κακοῖς ἐπιχειροῦντας ἡμᾶς ἐμβάλλειν, παραγγέλλομεν ὑμῖν μὴ αὖθις καινὰ διανοεῖσθαι, μηδ' ἀφορμὰς παρέχειν τῷ κάκιστ' ἀπολουμένῳ πολέμῳ πρὸς τοὺς ὁμοφύλους. Εἰ ταῦτ' ἔλεγον καὶ ὥσπερ κορωνίδα προσετίθεσαν, ὅτι, εἰ μὲν δέχεσθε ἐπὶ τούτοις, εἰ δὲ μὴ, σκοπεῖτε μὴ οὐχ ἡμῖν μᾶλλον ἢ ὑμῖν αὐτοῖς αἴτιοι μειζόνων γενήσεσθε κακῶν· Εἰ δὲ δὴ καὶ προσέθηκαν, ἐῶ γὰρ εἰπεῖν, ὅτι, εἰ μὲν βασιλεὺς οὕτως ἔχοι γνώμης ὥστ' ἐφ' ἑκάτερα ῥᾳδίως μεταβάλλεσθαι καὶ μικρᾶς ἕνεκα ἢ καὶ οὐδεμιᾶς αἰτίας πολέμου ἄρχειν, τί δεῖ τῷ τοιούτῳ ἀφορμὰς ταραχῆς καὶ στάσεως ἐπὶ λύμῃ καὶ φθορᾷ τοῦ κοινοῦ παρέχειν. εἰ δ' ἑτέροις πείθεται συκοφάνταις καὶ διεφθορόσι καὶ οὐδὲν ἀμείνοσιν ἀνθρώποις ἀνδραπόδων, οὐδ' οὕτω δίκαιον οὐδὲ λυσιτελὲς τοῖς οὕτως ἔχουσιν, ἐν μοίρᾳ Καρὸς ἡμᾶς ὑποτάττειν ἑαυτούς· Ἀλλ' εἰ προσέθηκαν τοῖς λόγοις ἐκεῖνο μόνον, ὅτι, 1.425 εἰ νῦν τοιαῦτα περὶ βασιλέως ἐγνώκατε ὑμεῖς, ἀλλ' ἡμῖν οὐ δίκαια οὐδὲ λυσιτελῆ βουλεύεσθαι δοκεῖτε, κἄν τι συμβαίη τῶν ἀδοκήτων, ἡμεῖς ἔξω κινδύνων καὶ πραγμάτων καταστήσαντες ἑαυτοὺς ὥσπερ θεαταὶ καθεδούμεθα τῶν γινομένων. Ἆρ' ἢ πρὸς τὴν ἀξίωσιν ὡς οὐ